229
ὢν, ὡς Θεὸς, τῇ καθ' ἡμᾶς ἐνέδωκε φύσει μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος πειρασμοῦ, τῆς φαντασίας ἀναιρῶν τὴν ὑπόνοιαν. Ἀπέστρεπται δὲ, φασὶ, τὸ πρόσωπον, ἀντὶ τοῦ κατῃσχύνθη. Ἠτιμάσθη δὲ, καὶ οὐκ ἐλογίσθη· ὅτε πέμψαντος Πιλάτου πρὸς τὸν Ἡρώδην, αὐτὸν ἐξουδενῶν ὡς αὐτὸν ἀπέπεμψε. Πάλιν καὶ ὅτε τὰ ὑβριστικώτατα κρινόμενος ἔπασχε· καὶ παρ' αὐτὸν τὸν σταυρόν. ∆ιὸ κἀν τοῖς προλεχθεῖσιν ἔφασκε· "Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας," καὶ τὰ ἑξῆς. Πέπονθεν οὖν οὐκ εἰς ἴδιον χρέος (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν) ἀλλ' εἰς ἡμέτερον, εἷς ὁ πάντων ἀνταξιώτερος, Παύλου λέγοντος· Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Ἰστέον δὲ ὡς τινὲς τὸ, Ἀνηγγείλαμεν ὡς παιδίον, διὰ τοῦ γράψαντες οὕτω φασίν· ἀντέπεσε γὰρ ὡς εἰκὸς, τῷ προφήτῃ, ὅτι σὺ ἐκ τοῦ Πνεύματος ἐδιδάχθης τὴν αὐτοῦ παρουσίαν, ἐχρῆν δὲ καὶ τοὺς ἄλλους διδάσκειν. Ὁ δέ φησιν, ὡς οὐκ ἐπαυσάμεθα πάντες οἱ προφῆται ὑμῖν ἀναγγέλλοντες ὡς πεδίον, τοῦτ' ἔστιν ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς τοῦ Μονογενοῦς, "Ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι," πάλαι μετὰ τῶν ἄλλων ἀνθρώπων ξηρὰν καὶ ἄκαρπον ὑπάρχοντας γῆν. Ἀλλ' ἀνεθάλομεν διὰ 2524 τῆς χορηγίας τοῦ Πνεύματος ὡς ῥίζα, τοῦτ' ἔστιν ὡς βοτάνη καλή τε καὶ εὐανθής· πρὸς οὓς ἐλέγετο καὶ παρ' ἑνὸς τῶν προφητῶν· "Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, δι' ὅτι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος, ὡς μηκέτι φέρειν ἀκάνθας." Προείρηται γάρ· "Ὡς ἀντὶ στοίβης ἀναβήσεται κυπάρισσος. Ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρσίνη." Καὶ πάλιν· "Ποιήσω τὴν ἔρημον εἰς ἕλη," καὶ τὰ ἑξῆς. Προείπομεν οὖν, ὅτι πιστεύσαντες εἰς αὐτὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τοῦτ' ἔστιν ἐφορώμενοι παρ' αὐτοῦ ὡς βοτάνη ἐν τῇ γῇ διψώσῃ ποτέ. Τί οὖν, φασιν, ὅτι ἀνηγγείλαμεν τὴν παρουσίαν αὐτοῦ; ἀλλὰ θεοπρεπῶς ὀφθεῖσα προσῖτος ἤμελλε γίνεσθαι, ὡς ἐπὶ τοῦ Σινᾶ τυχὸν εἰπόντων ἡμῶν Μωσεῖ· "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Πρὸς οὓς ἀποκρίνεται. Ὡς ἄτιμον ἔχων εἶδος ὀφθήσεται. Καὶ ταῦτα μὲν οὗτοι τὸν τρόπον τοῦτον ἑρμήνευσαν. Τοῖς δὲ προῤῥηθεῖσιν ἐπάγεται, παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Ἃ γὰρ, ἡμᾶς ἔδει παιδευομένους παθεῖν, ταῦτα ἐπ' αὐτὸν ἦλθεν ὑπὲρ τῆς πρὸς τὸν Θεὸν εἰρήνης, Παύλου λέγοντος· "Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν οὐρανοῖς." Καὶ πάλιν· "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν." Ὑπὲρ γὰρ ἡμῶν τὸ πάθος, αὐτοῦ μὲν τῇ πείρᾳ ὑπελθόντος τὰς ὕβρεις, πίστει δὲ ἡμῶν οἰκειουμένων τὰ πάθη, συμπασχόντων τε καὶ συναποθνησκόντων, χάριτι δὲ σωζομένων. Τὰς γὰρ ἡμῖν ὀφειλομένας ἐξέτισε μάστιγας, ἀφ' ὧν ἔσχε τοὺς μώλωπας, δι' ὧν ἰάθημέν τινες οἱ πάλαι πλανηθέντες ὡς πρόβατα, ἄλλου πρὸς ἄλλο εἶδος ἁμαρτίας τραπέντος, καὶ πρὸς διάφορον δόξαν περὶ αὐτοῦ. Ἀλλ' ὁ Πατὴρ αὐτὸν ὑπὲρ ἡμῶν ἀντίψυχον ὥσπερ παρέδωκεν. Οὕτω γὰρ καὶ ἄμνος τοῦ Θεοῦ γέγονεν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ∆ιὸ Σύμμαχός φησι· Κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν. Καὶ τοῦτο εἰδὼς ὁ Χριστὸς αὐτὸς ἔφη· "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Παραδεδόσθαι δὲ αὐτὸν ἀκούων, μὴ ἀνάγκην ὑπόπτευε, τὸ δὲ ἑκούσιον νόει. Καὶ γὰρ ὁ Ἀπόστολος τῷ ὀνόματι αὐτῷ κέχρηται, αὐθεντίαν καὶ βούλησιν Πατέρος μηνύων. Ἑκὼν δὲ τὸ πάθος ὑπομείνας, σιωπῇ φέρει νόμον ἡμῖν ὑπομονῆς ἑαυτὸν παρεχόμενος. Οὐ δυσανασχετῶν γὰρ, ἀλλὰ χαίρων ἐντολὴν ἐπλήρου τὴν πατρικήν. Καὶ ἄλλως, Οὐκ ἀνοίγει τὸ στόμα ὡς ἐν καιρῷ κακώσεως· "[κατὰ τὸ] Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστιν." [Καὶ] 2525 "Ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου." Ἀληθοῦς πάθους ἄρα ἦν ἐν Χριστῷ κατὰ τὸ ἀνθρώπινον. Ἀντὶ δὲ τοῦ, Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα, ὁ Σύμμαχός φησι· Προσηνέχθη, καὶ αὐτὸς