230
ὑπήκουσε. Τίνι δὲ προσηνέχθη, ἀλλ' ἢ τῷ Πιλάτῳ; ἐσίγα δὲ ψευδομαρτυρούμενος. Ἠπίστατο γὰρ ἀνήσουσαν μὲν οὐδὲν τὴν ἀπολογίαν (παρ' ἐχθροῖς γὰρ ἐκρίνετο) πρὸς θυμὸν δὲ αὐτοὺς ὑφάπτουσαν ἀγριώτερον, Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε πάντων καὶ λυτρωτήν. Πλὴν οὐκ ἀπροφάσιστον αὐτοῖς τὴν ἁμαρτίαν ἐποίησεν, ὁρκίζοντι μὲν εἰπὼν τῷ Καϊάφᾳ τό· "Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως·" καὶ τό· "Σὺ εἶπας," εἰπὼν Πιλάτῳ πυνθανομένῳ εἰ βασιλεύς ἐστι τοῦ Ἰσραήλ. ∆ιὸ συμμανεὶς αὐτοῖς μαστιγῶσαι παρέδωκεν. Ὅθεν ἐπήνεγκεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Σιγᾷ γὰρ, κἂν, ὡς εἰκὸς, λύπη παραψαύουσα τῶν δερμάτων ἡ μάχαιρα. Οὕτω καὶ Χριστὸς λοιδορούμενος οὐκ ἀντελοιδόρει. Πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν ἄρα τό· Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἦρται. Ὡς κατ' εὐτελοῦς γὰρ προχείρως τὴν ψῆφον ἐξήνεγκαν. Τὴν οὖν παράνομον καὶ ἄδικον κρίσιν ἐπ' αὐτοῦ γενομένην δηλοῖ. Εἰ δὲ καὶ ταπεινῶς, φησὶν, ἐκρίνετο, Θεὸς κατὰ φύσιν ἐτύγχανεν. Ὅθεν ἐπάγει· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἐφ' ἑκατέρας δὲ γεννήσεως τὸ ἄπορον ὁμοίως ἀκολουθεῖ. Πῶς μὲν Θεὸς, πῶς δὲ Παρθένος γεννᾷ. Τοσοῦτον γὰρ μόνον ἐγνώκαμεν. Πὴ μὲν, ὅτι Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός· πὴ δὲ, ὅτι "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις" Ὑψίστου ἐπισκιάσει σοι. Ἐφ' ἑκατέρου δὲ τὸ, ἡ γέννησις; ἀδιήγητον· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦτ' ἔστιν ὑψηλότερα τῶν ἐπὶ γῆς ἡ πολιτεία, καὶ ὁ κατὰ σάρκα βίος αὐτοῦ. Μόνος γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν. Καὶ ἄλλως δὲ, ὑπὲρ πᾶν γενητὸν ἡ ὕπαρξίς ἐστι τοῦ Μονογενοῦς. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀπετμήθηγὰρ ἐκ γῆς ζώντων, καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς. Ὁ δὲ Θεοδοτίων· Ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων, ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν. Μᾶλλον γὰρ αὐτῶν καθήψατο, καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος. Τινὲς δὲ τὸ, αἴρεται ἀπὸ τῆς γῆς, φασὶ τὴν μετὰ τὴν ἀνάστασιν αὐτοῦ δόξαν δηλοῦν· θεϊκὴν γὰρ ἀξίαν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, αὐτοῦ μὲν θανάτου ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν αὐτοῦ χάριτι ζωοποιουμένων, καὶ πίστει λυτρουμένων. Ἀλλὰ πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ὑπὸ ψήφῳ κατέστη θανατικῇ; φησὶν ὁ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, ἢ ὅτι ὑπὲρ τῶν ἀνομιῶν αὐτοῦ, ἢ ὅτι παρα 2528 νομοῦντες αὐτὸν ἀπέκτειναν. Ἀντὶ δὲ τοῦ, δώσω τοὺς πονηροὺς, ὁ Σύμμαχος, καὶ δώσει τοὺς ἀσεβεῖς, φησί. Τίς δὲ δώσει, ἢ ὁ τῶν ὅλων κριτής; λέγει δὲ τοὺς τὰ εἰρημένα ποιήσαντας. Ῥωμαίοις γὰρ παρεδόθησαν. Καὶ τοὺς πάλαι δὲ πλουσίους, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. Λέγει δὲ τοὺς ἐν γνώσει νομικῇ, καὶ ἱερατικῇ, καὶ βασιλικῇ τετιμημένους ἀξίᾳ· οὗτοι γὰρ πρὸς τῷ ἀποκτεῖναι, καὶ ἀργύρια δεδώκασιν ἱκανὰ, κρύψαι βουλόμενοι τὴν ἀνάστασιν. Καὶ κατὰ τοῦτο οὖν πλουσίους αὐτοὺς καλεῖ· ἢ καὶ ὡς φιλαργύρους. Ἀπέκτειναν γὰρ Ἰησοῦν, ἵν' ἔχοιεν πλουτεῖν ἐκ τοῦ μὴ κρίνειν ὀρθῶς. Περὶ ὧν ἔλεγεν ὁ προφήτης· "Κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα." Ἐνενόουν δὲ καὶ ὅτι παυσαμένης τῆς ἐν νόμῳ λατρείας, οὐχ ἕξουσι τὰς κατὰ νόμον προσαγομένας αὐτοῖς ἀπαρχὰς, οὓς καὶ ἐταλάνιζεν λέγων, ὅτι "Ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν." Τὸ δὲ δίκαιον τῆς αὐτῶν δηλοῖ κατακρίσεως τὸ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, ἐπαγόμενον. Ἀδίκως γὰρ ἀποκτείναντες, δικαίως αὐτοὶ κατακέκρινται. Ἀξιόπιστος δὲ μάρτυς ὁ Πατὴρ, ἀναμάρτητον εἰπὼν τὸν Υἱόν. Κατεψεύσαντο ἄρα ποτὲ μὲν λέγοντες, ὅτι "Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει Καίσαρι διδόναι φόρους," ποτὲ δέ· "Εἰμὴ ἦν οὗτος κακοποιών, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν." Ὁ γὰρ Πατὴρ οὕτω τὸ ἀναμάρτητον ἔργῳ τε καὶ λόγῳ μεμαρτύρηκεν. Τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον. Ἡ γὰρ θεία φύσις ἐστὶν ἀναλλοίωτος.