231
Ἀνθρώπων δὲ οὐδεὶς πλὴν αὐτοῦ καθαρὸς ἀπὸ ῥύπου. Οὐκοῦν ὑπὲρ ἁπάντων αὐτὸς ἀπέθανεν, ἵνα περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. ∆ιὸ καὶ ἔκρινεν ὁ Πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς· τοῦτ' ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους. Ἀνέστη γὰρ πατήσας τὸν θάνατον. Τινὲς δέ φασιν, ὅτι δι' ὧν ὁ Πατὴρ ἀπῄτησε δίκας ὑπὲρ αὐτοῦ, τὸ μὴ δικαίως αὐτὸν πεπονθέναι παρέστησεν, καὶ καθαρὸν αὐτὸν τῆς ἐπὶ δικαίᾳ κατακρίσει πεποίηκεν ὑποψίας. Τινὲς δὲ οὕτως εἰρήκασιν. Ὥσπερ τὰ ἡμῖν χρεωστούμενα πάθη αὐτὸς ἀναδεξάμενος οἰκειώσατο· οὔτω καὶ τὴν ἐκ πίστεως γενομένην ἡμῖν κάθαρσιν αὐτὸν δεδέχθαι φησίν. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καίπερ δὲ τοιαῦτα πλημμελησάντων ὑμῶν, ἐάν τις ἐθελήσῃ θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἀμαρτίας, τοῦτ' ἔστι μετανοεῖν ἐφ' οἷς ἐπλημμέλησεν, ἐκφεύξεται τὸ, ∆ώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ ὄψεται τὸ μακρόβιον σπέρμα, περὶ οὗ ἔλεγεν ἐν παραβολαῖς· "Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καὶ πάλιν· "Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ." Ἤγουν τὴν αἰώνιον ζωὴν οὕτως ἐκάλεσε. 2529 Πρὸς δὲ τὰ ἔθνη τινὲς εἰρῆσθαι τοῦτό φασιν, ὡς Τοσαῦτα παθόντος ὑπὲρ ὑμῶν, ἐὰν καὶ ὑμεῖς πιστεύσητε, τὰς ἁμαρτίας ὑμῶν ἐξομολογούμενοι, κοινωνοὶ τῶν αἰωνίων ἀγαθῶν καταστήσεσθε. ∆ίδωσι δὲ περὶ ἀμαρτίας πᾶς, περὶ οὗ φησιν· "Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μου·" ποῖον ἦν ὁ λέγων, "Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ. Ζῇ δὲ ἐν ἐμοὶ Χριστός;" Οὐ τοιοῦτος δὲ ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ αὐτόν. Φησὶ γὰρ, ὡς "Οὐκ ἔστιν μου ἄξιος." Τὸ οὖν ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας. Τινὲς δὲ τὸ ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν θῇ περὶ πλημμελείας, ψυχὴ αὐτοῦ ὄψεται σπέρμα μηκύνον, Ἡμέρα, ἐπήνεγκαν, ἡ μετὰ τὸ πάθος, παιδοποιία πνευματικὴ τῆς εἰς αἰῶνα ἐνούσης ἀδιηγήτου γενεᾶς, κατ' ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ θεϊκῇ δυνάμει πληρουμένην μετὰ τὴν λύσιν τῆς φθοροποιοῦ ἁμαρτίας, καὶ τὴν ἄνοδον τοῦ λυτρωτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, ὁ Σύμμαχος· Καὶ θέλημα Κυρίου, φησὶν, ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται· ὅπερ ἐπὶ μόνου τοῦ Σωτῆρος ἁρμόττει. ∆ιαπαντὸς γὰρ τὸ θέλημα τοῦ Πατέρος ἐν τῇ χειρὶ αὐτοῦ κατευοδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι' αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν. Ἐπανεπαύσατο γὰρ ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι, καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. Τινὲς δὲ οὕτω φασί· Βούλεται Κύριος τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι εἰς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος καὶ πεπλανημένους, περὶ ὧν ὁ Παῦλός φησιν· "Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ." Καὶ πλαττομένους τῇ συνέσει· τοῦτ' ἔστι μεταμορφουμένους ἀπὸ δόξης εἰς δόξαν. Πρὸς δὲ τὸν μὴ τοιοῦτον Ἱερεμίας φησίν· "Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή." Ὁ δὲ ἐπιστεύων εἰς τὸν Χριστὸν, εἰς τὸ θεῖον αὐτοῦ μεταπλάττεται κάλλος, ὁποῖόν ἐστι τό· "Τεκνία, οὓς πάλιν ὠδίνω, μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσεν." Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, δηλαδὴ μεταπλάσας αὐτούς. Ἐπειδὴ γὰρ κέρδος ἴδιον ὁ Μονογενὴς τὴν ἡμετέραν τίθεται σωτηρίαν, ὑπὲρ ὧν ἔπαθε σῶμα λαβὼν, ἀναγκαίως ὁ Πατὴρ τὴν ἡμετέραν ἴασιν, ἀφαίρεσιν πόνου φησὶ τοῦ Χριστοῦ, καὶ φῶς αὐτοῦ τὸν ἡμέτερον φωτισμὸν, ἀμειβομένων ἐπὶ τὸ κρεῖττον ἡμῶν καὶ μεταπλαττομένων τῇ τοῦ Θεοῦ συνέσει. Τούτοις ἐπάγει· ∆ικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Οὐ γὰρ ἦλθε Χριστὸς διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Πάντα δὲ πράτ 2532 τοντος αὐτοῦ καθ' ὑπακοὴν πατρικὴν, ἀκόλουθον ἦν καὶ τὸ λεντίῳ ζωσάμενον, ὕδωρ εἰς τὸν νιπτῆρα βαλεῖν, καὶ τὴν πρὸς ἅπαντας