232
δουλείαν ἀναδέξασθαι. Τοιγαροῦν καὶ Παῦλος διάκονον τὴν οἰκονομίαν καλεῖ λέγων· "Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα, πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ." ∆ικαιοῦται δὲ πάλιν, ἡμῶν ἢ δικαιουμένων, ἢ τῶν ἀνελόντων αὐτὸν ἠνδραποδισμένων εἰς ἔνδειξιν τῆς ἀδίκου κατ' αὐτοῦ κατακρίσεως. Τίνες δὲ οἱ δικαιούμενοι δι' αὐτοῦ ἐπενήνοχε λέγων· Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· ἢ κατὰ Σύμμαχον, Καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει. Εἰς ἑαυτὸν γὰρ ἀναλαβὼν ἀπέδυσεν ἡμᾶς τὸν τῆς ἁμαρτίας χιτῶνα· διὸ καὶ, ∆εδούλευκε πολλοῖς, τοῦτ' ἔστι τοῖς ἔθνεσιν. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ· οἱ δὲ ἐξ ἐθνῶν μυριοπλάσιοι, οὓς καὶ κληρονομεῖ κλῆρον ποιησάμενος ἴδιον, καὶ λέγων· "Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ. Ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Τῶν δὲ ἰσχυρῶν ἐμέρισε σκύλα· δηλαδὴ τῶν ἀντικειμένων δυνάμεων ἐξαρπάσας, καὶ ἴδια σκύλα τοὺς ὑπ' ἐκείνων ἠνδραποδισμένους πεποιηκώς· ἅπερ σκύλα τοῖς ἑαυτοῦ διένειμε μαθηταῖς διαφόρους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας. ∆ιὸ προὔ λεγεν· "Εὐφρανθήσεται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα." ∆υνατὸς δὲ ταῦτα ποιεῖν, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον, μισθὸν ὥσπερ λαβὼν παρὰ τοῦ Πατέρος, τὸ σώζειν καὶ κληρονομεῖν τοὺς ἀπολλυμένους. ∆ιὰ γὰρ τὸ παθεῖν, ἀνίστησι μὲν σὺν ἑαυτῷ τοὺς οἰκείους, κατακρατεῖ δὲ τῶν ἀλλοτρίων, τοὺς μὲν συμπάσχοντας συνανιστὰς, τοὺς δὲ ἐπαναστάντας ταπεινῶν. Τινὲς δὲ ἰσχυροὺς τοὺς ἀποστόλους εἰρήκασι, καὶ τοὺς καθάπαξ ἐν Χριστῷ δυνατοὺς, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν διαδίδωσι σκύλα, τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. Ὧ μὲν γὰρ δίδοται [διὰ] τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Πῶς δὲ μετὰ ἀνόμων ἐλογίσθη, ἀλλ' ἢ συσταυρουμένων αὐτῷ τῶν λῃστῶν, ὃ δὴ καὶ Μάρκος ἐπισημαίνεται; ΚΕΦΑΛ. Ν∆ʹ. αʹιζʹ. 9Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἷπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά 2533 σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον ἔτι εἰς τὰ δεξιὰ, καὶ τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖσ9, κ.τ.λ. Εἰπὼν τοῦ Σωτῆρος τὴν γένεσιν, καὶ τὸν βίον, καὶ τοῦ θανάτου τὴν αἰτίαν, ὅτι τε κληρονομήσει πολλοὺς, πρὸς αὐτοὺς τούτους ἀκολούθως τὸν λόγον μετήνεγκε, καὶ τὴν ἐξ αὐτῶν Ἐκκλησίαν πάλαι οὖσαν ἄγονόν τε καὶ ἔρημον, ὁποῖαι ἦσαν τῶν ἐθνικῶν αἱ ψυχαί. Οὐ γὰρ εἶχεν αὐτῶν τινα δι' ἀρετῆς καὶ θεοσεβείας καταταττόμενον εἰς τέκνα Θεοῦ. Ἦσαν γὰρ ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες, κατὰ τὴν Παύλου φωνήν. Νῦν δὲ ὡς δεξαμένῃ σπόρον, καὶ μελλούσῃ τεκεῖν, βοᾷν ἐγκελεύεται, καθὰ ταῖς κυούσαις αἱ μαῖαι πρὸς τὸ ῥᾳδίως τεκεῖν εὐρυνομένων τῶν πόρων. Ἀντὶ δὲ τοῦ ῥῆξον καὶ βόησον, Σύμμαχος μὲν κελάδει αἴνεσιν εἴρηκεν. Ὁ δὲ Ἀκύλας, ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον. Ὁ δὲ Θεοδοτίων, Ῥῆξον εὐφροσύνην καὶ τέρπου. Ἀντὶ δὲ τοῦ ἐρήμου ἠφανισμένης ἔφησε Σύμμαχος· Ἦν γὰρ ἠφανισμένη καὶ ἔρημος, μήπω τὸν ἐπουράνιον κεκτημένη Νυμφίον. Τὴν δὲ τῆς εὐφροσύνης αἰτίαν, τὴν πολυγονίαν λέγει τὴν μέλλουσαν, δι' ἧς ἤμελλε νικᾷν τὴν Ἰουδαίων Συναγωγὴν, ἐκ πάντων οὖσα τῶν ἐθνῶν, τὴν ἐξ ἑνὸς ἔθνους συνισταμένην. Ἣν διὰ Μωσέως πρὸς οἰκειότητα πνευματικὴν ὁ Θεὸς προσηγάγετο, καὶ πολλῶν ἀπέφηνε τέκνων μητέρα. Ἀλλ' ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, κατὰ τὸν Ἱερεμίαν, ἐν τέκνοις οὖσα πολλή. Καὶ βιβλίον ἀποστασίου δέδωκε τῷ Θεῷ θαυμάζοντι· "Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;" Αὐτὸς γὰρ οὐ δέδωκεν εἰπών· "Ποῖον τοῦτο βιβλίον ἀποστασίου τῆς μητέρος ἡμῶν; Ὧ ἐξαπέστειλα αὐτήν; Ἀλλ'