233
ἑαυτῇ, φησὶ, γέγονεν αἰτία· ∆ιότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Καὶ ἀλλαχοῦ δέ φησιν· "Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας, οὐδ' ὡς Πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου." Καὶ πάλιν· "Θυγάτηρ τῆς μητέρος σου εἶ συγκαταλιποῦσα τὸν ἄνδρα αὐτῆς." Ἔρημον δὲ τὴν χήραν κατ' ἔθος καλεῖ Γραφικόν. Τὸν γὰρ τῶν ἀγαθῶν σπορέα Λόγον οὐκ εἶχεν· ὃν δεξαμένη Νυμφίον τὴν ἑτέραν τῷ τίκτειν παρέδραμεν, ὡς πλείστου δεῖσθαι πλάτους πρὸς τὴν τῶν τέκνων ὑποδοχὴν, εἰς εἰκόνα τούτου παρειλημμένης τῆς παρὰ Μωσεῖ σκηνῆς Ταῖς γὰρ αὐταῖς ἐχρήσατο λέξεσιν, ὁμοῦ καὶ τὸ τῆς Ἐκκλησίας ἀσάλευτον διὰ τῶν πασσάλων δηλῶν. Τύπον γὰρ ταύτης ἐκείνη κατέγραφεν, εἰ καὶ μέτροις ἄγαν ἐλάττοσι. ∆ιὸ καὶ καθ' ἕκαστον κλίμα περικειμένας εἶχεν αὐλὰς μακρὰς ὁμοῦ καὶ πλατείας. Ἀλλὰ τί ταῦτα, καὶ τοῦ νεὼ τὰ μέτρα πρὸς τὰ πλήθη καὶ μεγέθη, καὶ κάλλη τῶν πανταχοῦ καθιδρυμένων Ἐκκλησιῶν μιᾶς τῆς ἐκ πασῶν ὑπαρχούσης καθολικῆς; Πρὸς ἣν ἐπιφέρει, Καὶ τὸ σπέρμα σου κληρονομήσει ἔθνη. Τοῦτο δὲ τὸν εὐαγγελικὸν λόγον δηλοῖ, περὶ οὗ φησιν· "Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καὶ οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ, ἐξ οὗ πλείστων ἁγίων γέγονε μήτηρ; Ἐξ ὧν 2536 ἐθνῶν ἄρχοντας καθηγεῖσθαι συνέβαινεν τὸν τῶν προσιόντων μυσταγωγοῦντας λαὸν, οἷς καὶ εἰς αἰῶνα τὸν μέλλοντα καθηγεῖσθαι Χριστὸς ἐπηγγέλλετο, τῷ μὲν πέντε, τῷ δὲ δέκα πόλεων πρὸς τὴν τῶν ταλάντων διανομήν. Οἳ καί φασιν εὐφραινόμενοι· "Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ." Χριστοῦ μὲν γὰρ μόνου κλῆρος τὸ καθηγεῖσθαι λαῶν. ∆ιὸ κελεύει μηδενὶ λέγειν Ῥαββί. "Εἷς γάρ ἐστι, φησὶν, ὑμῶν καθηγητὴς ὁ Χριστός." Μετέδωκε δὲ τῆς ἀξίας τοῖς μαθηταῖς. Καὶ φῶς γὰρ ὑπάρχων ἀληθινὸν, φῶς καλεῖ τοὺς ἑαυτοῦ μαθητάς. Καὶ Υἱὸς ὢν κατὰ φύσιν, δέδωκεν ἐξουσίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν Πατέρα καλεῖν τὸν Θεὸν τὸ τῆς υἱότητος αὐχοῦσιν ἀξίωμα, οἳ καὶ πόλεις ἠρημωμένας, ἤγουν ἠφανισμένας, κατὰ Σύμμαχον, κατοικιοῦσιν. λέγει δὲ τὰς ἐρήμους πάλαι Θεοῦ Ἐκκλησίας· ἤγουν φησὶν, ὅτι Τοσοῦτον ἔσται σου τὸ σπέρμα, ὡς μηδαμῶς αὐτοῖς τὰς πολυανθρώπους πόλεις ἀρκεῖν, δύνασθαι δὲ καὶ τὰς ἐρήμους πληροῦν· ἐφ' οἷς ὑπερορᾷν αὐτῇ τῆς παλαιᾶς αἰσχύνης παρακελεύεται, ὅτε ἄγονος ἦν καὶ χήρα τοῦ Λόγου Νυμφίου λέγων, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε. Οὐ γὰρ ἐξ ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου συνέστη· δι' αὐτοῦ δὲ Κυρίου, ὃς καί φησιν· "Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Θεοῦ τοίνυν ὁ λόγος, τὸ ἀμνησίκακον δωρουμένου ἐπὶ τῇ πολυθέῳ καὶ ὀνείδους ἀξίᾳ πλάνῃ. Καθὼς γὰρ οἰκτείρει πατὴρ υἱοὺς, οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἁμαρτίας ἡμῶν. Τὸν οὖν φόβον περιαιρεῖ τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν. Ἦλθε γὰρ οὐ κρίνων, ἀλλὰ σώζων. "Οὐ γὰρ ἀπέστειλε, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Νικᾷ τοίνυν ἡ χάρις ἡ δικαιοῦσα τὸν ἀσεβῆ. "Θεὸς γὰρ, φησὶ Παῦλος, ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Πῶς δὲ ποιεῖ αὐτὴν, ἀλλ' ἢ κτίζων εἰς συμμορφίαν αὐτοῦ διὰ τοῦ Πνεύματος; φησὶ γὰρ ἐν Ἰεζεκιήλ· "Ἐκσπάσω τὴνκαρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος." Ἔκτισε τοίνυν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἅνθρωπον ἀνακαινούμενον κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτόν. Ὡς ἂν δὲ μὴ ἀπιστηθῇ μετατυγχάνον τὸ πρᾶγμα, Κύριον ἑαυτὸν ἐκάλεσε δυνάμεων. Τίς δὲ ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησεν εἰπὼν, ὅτι Ὁ ῥυσάμενός σε αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται· τοῦτ' ἔστιν, ὅτε Χριστὸς ἐβασίλευσεν ἐπὶ 2537 πάντα τὰ ἔθνη, κατὰ τό· "Καὶ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν." Πάλαι γὰρ ἧν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός· νῦν δὲ αὐτῷ κάμπτει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. ∆ιὸ καὶ ∆αβὶδ ἔφη· "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας," καὶ