234
τὰ ἑξῆς. Καὶ πάλιν· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ." Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις, φησίν· Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε Κύριος. Καταλελειμμένην ἡ Γραφὴ γυναῖκα καλεῖ τὴν ἐπί τισιν αἰτίαις βιβλίον δεξαμένην ἀποστασίου κατὰ τὸν νόμον, μεμισημένην, δὲ, τὴν ἐπ' ἀσελγείᾳ διαβληθεῖσαν, ᾗπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ καρτερεῖν, καὶ ζυγῶν ἀνέχεσθαι γαμικῶν· οἵα πρὸς Θεὸν γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ μετὰ νόμον, δι' οὗ συνήφθη Θεῷ ἐπὶ τὰ ἐν Αἰγύπτῳ παλινδρομήσασα. ∆ιόπερ αὐτὴν ἀπωσάμενος δι' ἑνὸς ἔλεγε τῶν προφητῶν· "Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς." Καὶ λοιπὸν περὶ τῆς πορνείας αὐτῆς διαλέγεται. Τίς δὲ τῆς πορνείας ὁ τρόπος, ἐν Ἰεζεκιὴλ διηγεῖται, δύο γυναῖκας οἱονεὶ λαβὼν, ἃς καλεῖ Ὀολὰν καὶ Ὀλίβαν, δηλῶν τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν, καὶ τὰς ἀσεβείας αὐτῶν διηγούμενος, ὡς ἔσφαζον τοῖς εἰδώλοις τὰ τέκνα, καὶ διῆγον αὐτὰ δι' ἐμπύρων, καὶ ταῦτα μοιχείαν καλῶν. Ὅθεν αὐτῇ καὶ δι' Ἱερεμίου φησίν· "Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας." Ἀλλ' ὑμεῖς, φησὶν, οἱ ἐξ ἐθνῶν οὐ κατὰ τούτους ἐκλήθητε. Τοῖς μὲν γὰρ πώρωσις ἀπὸ μέρους γέγονεν, καθὰ τῷ Παύλῳ δοκεῖ. Ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Συνεκάμφθη δὲ καὶ τὰ νῶτα κεχηνότων ἀεὶ πρὸς τὰ γήϊνα. Τὸ φωτισθῆναι δὲ τοῖς ἔθνεσι γέγονεν. Καὶ πάντες, ἀλλ' οὐ κατάλειμμα σέσωσται. Ἀλλ' εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε. "Ἐν ταῖς γὰρ προλαβούσαις γενεαῖς, ὡς ὁ Πέτρος φησὶ, συνεχώρησεν ὁ Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν." Βραχὺς δὲ ὁ καιρὸς πρὸς τὸν τοῦ ἐλέους κρινόμενος εἰς ἀπείρους αἰῶνας διατρέχοντα. Ἔλεος δὲ μέγα, τὸ διὰ Χριστοῦ ῥύπου παντὸς ἐλευθεροῦν καὶ κολάσεως, καὶ παρέχον υἱοθεσίας ἀξίωμα, καὶ βασιλείας οὐρανῶν κληρονόμους ποιοῦν. Εἶτά φησιν· Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν. Ὁ δὲ Σύμμαχος ὅλον οὕτως ἐξέδωκεν· Ὡς αἱ ἡμέραι Νῶε τοῦτό μοι. Ὡς ὤμοσα μὴ ἐπελθεῖν ὕδωρ Νῶε ἔτι ἐπὶ τὴν γῆν, οὕτως ὠμοσάμην μὴ ὀργισθῆναί σοι, μηδὲ ἐπιτιμῆσαί σοι. Τὰ γὰρ ὄρη σαλευθήσονται, καὶ οἱ βουνοὶ ταραχθήσονται· τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακληθήσεται, εἶπεν ὁ οἰκτείρων σε Κύριος. Θᾶττον γὰρ, φησὶ, τὰ ὄρη μεταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ 2540 ταραχθήσονται, ἢ τὸ ἐμὸν ἕλεος ἀπὸ σοῦ κινηθήσεται. Κατὰ δὲ τοὺς Οʹ, οὐκ ἔστι παραδειγματικὸν, δηλοῖ δὲ μᾶλλον, ὡς ἀπὸ τοῦ κατακλυσμοῦ κέκριταί μοι μὴ τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην, δηλῶν ὡς καὶ καθ' ὃν ἐπεδήμησε χρόνον, θείᾳ ψήφῳ πάντας ἔδει τὴν ἀρχαίαν ἐκείνην προστῆναι δίκην. Καὶ γὰρ ἦσαν ὁμοίως ὑπεύθυνοι· ἀλλὰ τὴν ὀργὴν μεταφέρω πρὸς ἔλεον, τὸν ὅρον φυλάττων τὸν ἐμαυτοῦ. Ἡ δὲ τῆς εἰρήνης διαθήκη, διὰ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ἥνπερ Ἡσαΐας αἰτῶν ἔφη· "Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν." ∆ιὰ Χριστοῦ γὰρ συνήφθη μὲν τῷ Θεῷ καὶ Πατέρι. Ταῦτα Θεὸς ἐπαγγέλλεται τῷ θεοσεβεῖ πολιτεύματι, ὃ μετέστη πρὸς τὰ ἔθνη, τῶν Ἰουδαίων μεταπεσόν. Οἵα δὲ παρ' Ἰουδαίοις ἦν ἡ θεοσεβὴς πολιτεία, παρίστησι, ταπεινὴν καὶ ἀκατάστατον ταύτην εἰπών· σωματικὴ γὰρ ἦν περιτομὴ, καὶ θυσίαι. Οἱ ἐξ ἐθνῶν δὲ καὶ ταῖς τῶν δαιμονίων ἐφόδοις εὐεπίβατοι γεγονότες ὑπέκειντο ταπεινῶς. Τῶν δὲ πλανωμένων ἀκατάστατος ἡ καρδία, μεθύοντος δίκην σειομένη τοῖς πάθεσι. Παντὶ γὰρ πνεύματι περιφέρονται, καὶ κατὰ τὴν παροιμίαν, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν· ὃ δὴ παθοῦσαν τὴν Ἱερουσαλὴμ αἰτιᾶται Θεὸς λέγων· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως καὶ ἀκατάστατος. ∆ιὰ τί δὲ ἵλεώς σοι; Πρῶτον μὲν, ὅτι οἰκτίρμων ἐγώ. Ἔπειτα δὲ, ὅτι μὴ παρεκλίθης. Καὶ εἰ μὲν περὶ τοῦ παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος λέγει, ἐπειδὴ μηδεὶς προφήτης, ἢ θεοσεβὴς τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. Εἰ δὲ περὶ τῶν ἐθνῶν, ὅτι μὴ