235
καθάπερ Ἰσραὴλ νόμον, ἢ προφήτας ἐδέξαντο, πρὸς εὐρωστίαν αὐτοὺς παρακαλοῦντας πνευματικήν. Ὅπερ διὰ τῶν ἐν τῇ παραβολῇ τελευταίων μισθωθέντων σημαίνεται, οἷς ἔφη· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ πρὸς αὐτόν· Ὅτι μηδεὶς ἡμᾶς ἐμισθώσατο. Μόνος γὰρ αὐτοὺς ἐπ' ἐσχάτων ἐκάλεσεν ὁ τοῦ ἀμπελῶνος ∆εσπότης. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τοὺς λίθους σου. Ἀνθ' οὗ ὁ Σύμμαχος· Ἰδοὺ ἐγὼ συντίθημι στίμει τοὺς λίθους σου. Ὁ δὲ Ἀκύλας· Ἰδοὺ κατακλίνω ἐν στίμει τοὺς λίθους σου. Θεοδοτίων δέ· Ἐμβάλλω ἐν στίμει. Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμίζοιτο· οὕτως εὐπρεπῶς τῆς σῆς οἰκοδομίας διαθήσω τοὺς λίθους. Μήποτε δὲ ὁ παρ' αὐτοῖς Ἑβδομήκοντα ἄνθραξ, τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς. ∆ι' ἄνθρακος γὰρ καὶ Ἡσαΐου τὰ χείλη κεκάθαρτο. ∆ηλοῖ οὖν μηδένα τῆς οἰκοδομίας λίθον ὑπάρξειν ἀκάθαρτον, κατὰ τό· "Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς," περὶ τῶν ἁγίων λεγόμενον, ἐξ ὧν ἡ τοῦ Θεοῦ συνίσταται πόλις. 2541 Τινὲς δὲ τὸν Ἰησοῦν ἄνθρακα εἰρῆσθαί φασιν, ὃν ἔφησεν εἰς τὰ θεμέλια τεθεῖσθαι Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ὁ δὲ Ἀμὼς ἀδάμαντα τοῦτον καλεῖ λέγων· "Ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ." Ζαχαρίας δέ φησιν· "Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν. ∆ι' ὅτι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν." Παντεπόπτης γὰρ ὁ Χριστός. Ὁ τοίνυν ἄνθραξ, φασὶν, οὗτος ὑποβάθρα τῆς πόλεως καὶ θεμέλιος, ᾧ ἐγγίζοντες οἱ ἀπόστολοι καὶ αὐτοὶ θεμέλιοι ὄντες, ἐῤῥέθησαν σάπφειροι δηλούμενοι καὶ διὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ λέγοντος, ὅτι "Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου." Ἐπιτιμηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ διὰ τὰ τολμηθέντα κατὰ Χριστοῦ, ὤφθη μὲν ἡ δι' ὕδατος κάθαρσις· ἀνεδείχθησαν δὲ καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ οἱ προφῆται δὲ θεμέλιος λέγονται, Παύλου λέγοντος· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Ἡ δὲ σάπφειρος οὐράνιον ἔχει τὸ χρῶμα. Καὶ τούτων δὲ τὸ πολίτευμα, κατὰ τὸν Ἀπόστολον, ἐν οὐρανοῖς ὑπάρχει. Κατὰ δὲ τὸν Ἰεζεκιὴλ, καὶ ὁ τόπος ὁ ὑποκάτω τοῦ θρόνου τοῦ Θεοῦ ὡς σάπφειρος. Οὕτω τοίνυν εἴρηται διὰ τὸ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορεῖν. Ἄνθρακες δὲ καθ' ἑτέραν φασὶν ἐκδοχὴν οἱ κοσμοῦντες λίθοι ὥσπερ ἐν στίμει τοὺς τῆς Νύμφης τοῦ Χριστοῦ ὀφθαλμοὺς οἱ ἅγιοι μάρτυρες διὰ πυρὸς δεδοκιμασμένοι. Αἱ δὲ τῆς νέας Ἱερουσαλὴμ ἐπάλξεις ἴασπις, ἡ καρχηδόνιος κατὰ Σύμμαχον ἐξαίρετος καὶ διαφανής. ∆ι' ὧν οἱ ἐν τῇ Ἐκκλησίᾳ σημαίνονται λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥσπερ προμαχῶνες ὄντες καὶ δυνάμενοι πᾶν ὕψωμα καθαιρεῖν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰς δὲ πύλας λίθους κρυστάλλου φησὶ, τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν διδασκαλίαν τὴν πρώτην καὶ εἰσαγωγικήν. Ὁ δὲ Σύμμαχος, τὰς πύλας σου, φησὶ, λίθους γλυφῆς. Ὁ δὲ Ἀκύλας, Λίθους τρυπανισμοῦ τὸ ποικίλον τῆς στοιχειώδους διδασκαλίας ὧδέ πως αἰνιττόμενος. Ἐκλεκτοὶ δὲ λίθοι, φησὶν, ὁ περίβολος σημαίνων τοὺς ταῖς εὐχαῖς περιφράττοντας τὰ μεγάλα καὶ λαμπρὰ τῆς πόλεως οἰκοδομήματα, τὰ πλήθη τῶν λοιπῶν οἰκητόρων σημαίνοντα. Ταῦτα δὲ πάντα νοήσωμεν ἐξ ἑρμηνείας ἀποστολικῆς λεγούσης· "Θεοῦ οἰκοδομή ἐστε. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Καὶ πάλιν· "Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσε 2544 ται." Καὶ πάλιν· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "Ἐν οἷς πάντες οἰκοδομεῖσθε λίθοι ζῶντες." Οὓς δὴ νῦν πάντας ὁ προφήτης φησὶν ἔσεσθαι διδακτοὺς Θεοῦ τοῦ εἰπόντος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς. Ἐξ οὗ καὶ οἱ μαθηταὶ