ἀγαθὸν τὸν ∆εσπότην. εἰ γὰρ σὺ, φησὶν, 1.598 ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἂν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ᾗ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πως παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἂν ἐνέχοιτο πλημμε- λήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγά- θως καὶ τοῦτο. εἰ γὰρ "δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν "αὐτοῦ," ἔστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων ∆ημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις; Οὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀν- τίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ' ἂν εἰκότως "Ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε, ὡς ἐπλή- "θυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν "σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν," αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΕΛΟΣ ΤΟΥ ΙΩΝΑ.ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ
ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι
τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάῤῥησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ' ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς τοῦ 1.600 παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταυτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογι- ζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ' ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἂν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἂν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν Κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἂν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ' ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν. Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶβασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας· 1.601 τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρα- τείνοντος