236
λαβόντες, διδάσκαλοι τῶν ἐθνῶν γεγόνασιν· οἳ καὶ εἴρηνται λίθοι ἅγιοι κυλιόμενοι ἐπὶ τῆς γῆς, καὶ τὸ κήρυγμα πανταχοῦ περιφέροντες. Περὶ ὧν ὁ Θεὸς διὰ Ἡσαΐου φησὶν προειπών· "Ἀπολῶὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον. Καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ σουφείρ." Πάντες οὖν οἱ τῆς πόλεως υἱοὶ διδακτοὶ Θεοῦ, καὶ μάρτυς ὁ Παῦλος λέγων· "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." Αὐτὸς δὲ σαρκωθεὶς ὁ Λόγος ἐφθέγγετο. Ἐπαγγέλλεται δὲ καὶ εἰρήνην αὐτοῖς ὁ εἰπών· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." Οἷς ἐπιλέγει· Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Κατὰ γὰρ τὸ δικαιότατον, αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ Θεοῦ, τοὺς ζῶντας καὶ εὐπαγεῖς λίθους προσάπτων τῇ οἰκοδομῇ, τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε. Καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ. Τοῖς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει, μὴ διακρίνων τὰς κατ' ἄνθρωπον ἀξίας, οὐδὲ εἰς πρόσωπον ἀφορῶν, ἐκ τοῦ δικαίου δὲ πάντας προσέμενος, ἐλευθέρους καὶ δούλους, πένητας καὶ πλουσίους, τούς τε κατὰ τὸν βίον ἀσήμους τε καὶ περιφανεῖς. Ταῦτα τῇ Ἐκκλησίᾳ ἐπηγγελμένος ἑξῆς αὐτῇ διαστέλλεται· Ἀπέχου ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Μυσταγωγεῖ γὰρ αὐτοὺς ἔργῳ δεικνὺς τὸ, ἔσονται διδακτοὶ Θεοῦ. Περὶ οὗ καὶ ἡ Νύμφη λέγει· "Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ." Πάλαι μὲν γὰρ αὐτὴν κατησπάζετο διὰ προφητῶν, πρὸς συνάφειαν τὴν ἑαυτοῦ καλῶν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐν σαρκὶ δὲ φανέντος, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα στόμα πρὸς στόμα λελαληκότος ἡμῖν. Φησὶν οὖν, ὡς Οὐδεὶς ἐχθρός σου περιγενήσεται τιμώσης τὸ δίκαιον. Καὶ ἰδοὺ προσήλυτοι προσελεύσονται, φησὶ, δι' ἐμοῦ, τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τῇ πίστει δηλῶν ἐξ ἐθνῶν, ἢ καὶ ἐξ αὐτῶν Ἰουδαίων. Κατόπιν γὰρ τέθεινται τῶν ἐθνῶν, καίτοι πρώτην ἔχοντες τάξιν, καὶ γεγόνασι προσήλυτοι τοῖς ἐξ ἐθνῶν, οἱ πάλαι τούτους προσηλύτους δεχόμενοι. Πλὴν καὶ τοῦτο δι' ἐμοῦ, φησί. ∆ιὰ γὰρ Χριστοῦ ἡ πάντων ἐπιστροφὴ, καὶ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὁδός. "Οὐδεὶς γὰρ ἔρχεται, φησι, 2545 πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ." Καὶ πάλιν· "Ἐγώ εἰμι ἡ ὁδός." Καὶ, "Ἐγώ εἰμι ἡ θύρα." Τινὲς δὲ προσηλύτους εἰρήκασι τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσιόντας, ἀλλὰ προστασίας ἤ τινος χάριν ὠφελείας. Οὓς καὶ παροικήσειν, ἀλλ' οὐ κατοικήσειν φησίν. Ὡς ἐν παρόδῳ γὰρ οἱ τοιοῦτοι ποιοῦνται τὴν εἴσοδον, οἱονεὶ αὐτῇ προσφεύγοντες. Ἐφ' οἷς φησιν· Ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας. Ἐγώ σοι ταῦτα ποιῶ λέγων, ἐπειδὴ καὶ ἐγώ σου κτίστης. Μωσῆς μὲν γὰρ, καὶ Σολομῶν, καὶ Ζοροβάβελ, σωματικὰ καὶ ὀλιγοχρόνια ἐποίουν· ὁ μὲν σκηνὴν, οἱ δὲ νεώς. Νῦν δὲ αὐτὸς ἐγὼ ὁ τῶν ὅλων Κύριος, δι' ἐμαυτοῦ σε ἔκτισα· ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν Ἐκκλησίαν. Ἔκτισα δέ σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ. θεϊκῇ δὲ καὶ ἀῤῥήτῳ χάριτι. Οὐ γὰρ ὡς χαλκεὺς δι' ὀργάνου καὶ πυρός. Τοιαῦται γὰρ τῶν ἀνθρώπων αἱ τέχναι. ∆ιὸ καὶ εἰς φθορὰν χωρεῖ τὰ γινόμενα. Τοὐμὸν δὲ ἀδιάφθορον ἔργον. Τινὲς δὲ τὸ ἔκτισα, ἐπὶ τοῦ ἀνέκτισα, παρειλήφασιν. ∆ηλοῖ δὲ τὸν δι' ἁγίου Πνεύματος ἀνακαινισμὸν, ὥσπερ οὖν καὶ τοὺς δύο λαοὺς εἰς ἕνα κτίσαι λέγεται καινὸν ἄνθρωπον, κατὰ τὸ, "Ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν." Τοῖς δὲ τοιούτοις ὅτιπερ ἀκολουθεῖ ἀνδρεία, σύνεσίς τε πνευματικὴ δηλοῖ, λέγων· Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, καὶ τὰ ἑξῆς· σκεύη λέγων φθαρτὰ, τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς καὶ ἀπωλείας εἰσὶ τέκνα, [καὶ] τοῖς ἁγίοις ἔσθ' ὅτε διωγμοὺς καὶ θλίψεις ἐπάγουσιν. Ἀλλ' οὐ τεύξονται θήρας· καὶ πᾶσα δὲ θεομάχος γλῶττα, φησὶν, ὑπὸ σοῦ νικηθήσεται. Κατὰ γὰρ τὸν ∆αβίδ· "Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς." Ἐχρῆν δὲ ὑπομνῆσαι μετὰ πάντα καὶ τῆς ἀποκειμένης ἐν τῷ