237
μέλλοντι αἰῶνι κληρονομίας, ἥτις ἐστίν· "Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." ∆ιό φησιν· Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Ἀγαπῶσι δὲ αὐτὸν οἱ θεραπεύοντες αὐτὸν, διὰ τοῦ πάσῃ εὐλαβείᾳ δουλεύειν αὐτῷ. Παρανόμοις δὲ κεῖται τοῖς Ἑβδομήκοντα, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ∆ηλοῖ δὲ ὅτι μετὰ τὸν διὰ πνεύματος ἀνακαινισμὸν, εἴτινες εὑρεθεῖεν ἁμαρτίαις ἔνοχοι, ἔσονται ἐν αὐτῇ, τῇ φθορᾷ δηλονότι· διὸ ἐπήνεγκεν εὐθὺς, τὸ ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Τὴν δὲ πᾶσαν ῥῆσίν τινες καὶ ἐπὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ νοεῖν ἔφασαν, δύνασθαι εὐφροσύνην λέγοντες γίνεσθαι, ὅτ' ἂν ἀθρόα γένηται πρὸς τὸ κρεῖττον μετα 2548 βολή. Πρὸς ἣν εὐφροσύνην προτρέπεται καὶ τὴν Ἱερουσαλὴμ ῥηγνῦσαν τῆς ἁμαρτίας τὰ δεσμὰ, οἷς ἑαυτὴν ἐγκατέδησεν στειρωθεῖσα καλῶν καὶ ἀποστᾶσα Θεοῦ. Οὕτω γὰρ πλείους ἕξεις, φησὶ, τοὺς οἰκήτορας, λαχοῦσα προστάτην ἐμὲ δίκην ἀνδρὸς ἀντιλαμβανόμενον, καὶ μείζονα δέ σε μετὰ τὴν αἰχμαλωσίαν ποιήσω. Ἔθνη δὲ κληρονομήσει τὸ σπέρμα σου τὰ συνελθόντα πρὸς τὸ κωλῦσαι τὸν ταύτης ἀνοικισμόν. Οὕτω γὰρ ἡττήθησαν, ὡς καὶ τὰ ὅπλα αὐτῶν ἐπὶ ἑπτὰ ἔτη ἀρκέσαι πρὸς καῦσιν. Καὶ τὰς πόλεις φησὶ τὰς ἠρημωμένας ὑπὸ τοῦ Ἰσραὴλ κατοικισθήσεσθαι. Μὴ οὖν λογίζου, φησὶν, ὡς οὐ μὴ πρὸς τὴν ἀρχαίαν δόξαν κατασταθήσῃ. Ἀποτρίψῃ γὰρ ὄνειδος τὸ ἀρχαῖον. Τοιούτοις ἐχρῆτο λόγοις Ἰώβ· "Κἂν γὰρ ἀπολούσωμαι χιόνι, καὶ καθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας." Ἐβδελύξατο δὲ ἡ στολή μου. Πρὸς πίστιν δὲ τῆς ἐπαγγελίας τὸ, Κύριος ὁ ποιῶν σε, ὁ καὶ ἐκ τοῦ μὴ εἶναι πρὸς τὸ εἶναί σε κτίσας. Οὐκ ἔσομαι δὲ μόνου σοῦ Θεὸς, ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων. Οὐ γὰρ μνησικακήσω σοι, οὐδὲ ὀνειδίσω, ὅπερ ποιοῦσιν οἱ γυναῖκας ἁμαρτανούσας πρὸς ὀλίγον ἀποῤῥίψαντες. Κἂν γὰρ καταλλαγῶσιν, τὰ πρόσθεν ὀνειδίζειν εἰώθασιν. Ἐγὼ δὲ Θεὸς ἀμνησίκακός εἰμι. Καὶ πρὸς ὀλίγον σε θεραπείας χάριν παρέδωκα, ὡς ἂν μετανοήσασαν ἐλέους ἐμπλήσω. Ἀξιοῖ δὲ καὶ ἀπὸ χρόνων τῶν πρόσθεν ἐξ ἀγαθότητος γνωρίζεσθαι. Καὶ πρὶν γάρ σε γενέσθαι σὺν τῷ Νῶε, φησὶν, ἠλέησα διασώσας σε κατὰ πρόγνωσιν. Ἐξ αὐτοῦ γὰρ σωθέντος ἤμελλε γίνεσθαι. Ἐξ ἀγαθότητος δὲ καὶ τοῖς ἐκ νεότητος ἐπὶ τὰ πονηρὰ ἐγκειμένοις ἀνθρώποις μηκέτι κατακλυσμὸν ἐποίσειν ἐπηγγειλάμην, μηδὲ βουνούς τε καὶ ὄρη μεταστήσειν. Οὔτε τοίνυν τὰ τότε ἐψευσάμην, οὔτε τὴν νῦν περὶ τοῦ σε ἐλεήσειν ὑπόσχεσιν, καὶ πάσης ἀπολαύσειν εἰρήνης. Ταῦτα δέ φησιν, οὐχ ὡς ἔχων ἀνάγκην ἃ προλέγει ποιεῖν. Ταῦτα γὰρ ἐν τῇ τῶν ἀκουόντων ἵστησι γνώμῃ. Καὶ ἐπὶ Σοδόμων γὰρ μία πόλις ἐσώθη, τοῦ εὐαφόρμου ∆εσπότου πρόφασιν λαβόντος παρὰ τοῦ Λὼτ ὑπεξελεῖν αὐτὴν τῆς ὀργῆς. Καὶ τῷ Ἀβραὰμ αὔξησιν ἐπηγγείλατο γένους, καὶ διάβασιν εἰς αὐτοὺς τῶν εὐλογιῶν, δῆλον ὡσεὶ φυλάττοιεν οἱ ἐξ αὐτοῦ τὰς πατρικὰς ἐντολὰς, ὡς καὶ αὐτός φησιν· "Ἔγνων γὰρ ὅτι συντάξει Ἀβραὰμ τοὺς υἱοὺς αὐτοῦ φοβεῖσθαι τὸν Θεόν." Εἶτα κατηγορεῖ τῆς τῶν Χαλδαίων ὠμότητος λέγων· Οὐ παρεκλήθης. Τοῦ γὰρ πρεσβυτέρου τὸν ζυγὸν ἐβάρυναν, καὶ παιδία οὐκ ἠλέησαν. "Ἐγὼ γὰρ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Ἀλλ' ἐγώ σε παρακαλέσω, ἀνοικισμόν σοι δωρούμενος κρείττονα. Θέλοντος γὰρ μόνον ὕλη πᾶσα τιμία παρίσταται, μόνον εἰ μετανοοῦντες ἄξιοι γένοισθε. Τούτου δὲ μὴ γενομένου καὶ τὰ τῆς ἐπαγγελίας ἀργεῖ. Τοῖς γὰρ κατὰ νόμον βιοῦσιν αἱ ἐπαγγελίαι, οὓς Θεοῦ καλεῖ διδακτούς. Εἶτα 2549 παιδεύει μὴ τείχεσιν ἁπλῶς καὶ τοῖς φυλάττειν δοκοῦσι πόλιν θαῤῥεῖν, δικαιοσύνῃ. Τοῦτο γὰρ τὸ, ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ταύτην γὰρ ἀσκούντων καὶ τὰ ὑψηλὰ τῆς Ἱεριχοῦς ἀκονιτὶ καθῄρητο τείχη. Ταύτην οὖν ἀσκῶν οὐ μὴ φοβηθήσῃ· μᾶλλον δὲ ἀκαταγώνιστος ἔσῃ, ὡς καὶ τὰ κύκλῳ πολεμοῦντά σε γένη παροικήσειν ὑμῖν, καὶ ὑφ' ὑμῶν βοηθεῖσθαι, τῆς ἐμῆς ῥοπῆς παρούσης ὑμῖν. Τὸ ἀκάματον δὲ τῆς ἑαυτοῦ φύσεως, καὶ τὸ ἀπ' ἐξουσίας ἅπερ ἂν ἐθέλοι ποιεῖν ἐξ ἀναιρέσεως τῶν χαλκευτικῶν παρίστησι μόχθων. Κτίζω δὲ, φησὶν, οὐ σκοπῶν ἀπολέσαι τὸ παραχθέν. Οὐ γὰρ ἵνα