238
σχοίην οὓς τιμωρήσομαι, τοὺς ἀνθρώπους ἐποίησα, ἐξ ἀγαθότητος δὲ κτίζων, μετ' αὐτῆς καὶ διοικῶ. Ἐχθρῶν δέ σοι, φησὶν, ἐπιόντων πᾶν σκεῦος ἀργήσει πολεμικόν· ὡς γὰρ Ἰουδαῖοι πάντα δίκαιον ἐμίσουν, δύσχρηστον καλοῦντες αὐτόν· οὕτως οἱ κύκλῳ τῆς Ἰουδαίας θεοσεβοῦντα τὸν λαὸν ἀπεστρέφοντο, δυσχεραίνοντες ἐφ' οἷς Θεοῦ ῥοπὴν ἑώρων παροῦσαν αὐτοῖς. Λοιπὸν δείκνυσιν ὁ προφήτης ὡς οὐκ ἄψυχον σκεῦος διακονεῖ τῷ Θεῷ, ἀλλ' ὡς καὶ αὐτὸς παρακολούθησιν ἔχων τῶν πραττομένων, ἢ ἐπιτιμᾷ ἁμαρτάνουσι λέγων· "Οὐαὶ ἔθνος ἁμαρτωλόν·" ἢ ἀμελοῦντας διανίστησιν, ὥσπερ καὶ νῦν, Οὐκ ἔσται σοι, φησὶν, ἀνόνητον τὸ πιστεύειν Θεῷ, ἀλλ' ἕξεις ἐλπίδας κληρονόμος γενέσθαι Θεοῦ. Ὃς καὶ αὐτεξούσιον δεικνὺς τὴν ἀρετὴν, φησίν· Ἔσεσθέ μοι δίκαιοι. ΚΕΦΑΛ. ΝΕʹ. αιγʹ. 9Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν9, κ.τ.λ. Ὁ Χριστὸς πᾶσιν ἐκήρυττεν· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με," ποταμοὺς ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσειν εἰπὼν, δι' ὧν ἐδήλου τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τὴν Σαμαρεῖτιν δέ φησιν· "Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Περὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ ∆αβὶδ ἔλεγε· "Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." Καὶ πάλιν· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Αὐτὸς δὲ ἔλεγεν ἐν προφήταις Χριστός· "Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης·" φησὶ δὲ καὶ Ζαχαρίας, ὅτι "Πηγὴ ἐκ τοῦ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοινίων." 2552 Πρὸς ἃ νῦν καὶ ὁ προφήτης παρακαλεῖ, προῖκα πᾶσι λέγων προκεῖσθαι τὴν δωρεάν. Ἀκύλας δὲ καὶ Σύμμαχος, Ἄνευ ἀλλάγματος οἶνον καὶ γάλα, φασὶν, ὡς εἶναι ταῦτα πρὸς τῷ ὕδατι. Ἀντὶ γὰρ τοῦ στέαρ, γάλα φασί. ∆ηλοῖ δὲ τὸ μὲν ὕδωρ, τὸ εὐαγγελικὸν κήρυγμα. Οἷνος δὲ καὶ γάλα τὰ μυστικὰ τῆς ἀναγεννήσεως σύμβολα. Οἱ γὰρ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι, ὡς ἀρτιγέννητα βρέφη τῷ λογικῷ τρέφονται γάλακτι, οἶνόν τε πίνουσι, περὶ οὗ φησι· "Τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον." Καὶ πάλαι δὲ τοῖς φωτιζομένοις γάλα μετὰ τοῦ σώματος προσεφέρετο καὶ τοῦ αἵματος. Καὶ ἔν τισι δέ φασιν Ἐκκλησίαις τὸ ἔθος ἔτι φυλάττεσθαι. Τοῦτο καὶ Μωσῆς ᾐνίττετο λέγων· "Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ εἰ γάλα." Τὸ δὲ στέαρ, τὸ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ τροφῆς αἰνίττεται, τὸ σῶμα δηλοῦν τοῦ Χριστοῦ, σάρκα μὲν λεγόμενον ἐν Εὐαγγελίοις, ἐνταῦθα δὲ στέαρ· ὥσπερ ἐκεῖ μὲν αἷμα, νῦν δὲ οἶνος. Τὸ μὲν γὰρ στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον οἰκονομίαν δηλοῖ. Οἶνος δὲ καὶ αἷμα, τὸ τοῦ πάθους μυστήριον, ἃ τοῖς διψῶσι σωτηρίας δώσειν ἀμισθὶ ἐπαγγέλλεται καὶ τοῖς μαθηταῖς εἰπών· "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πῶς δὲ λέγει, Ἀγοράσατε, καὶ πάλιν, Ἄνευ τιμῆς; ἐπειδὴ πίστεως, οὐκ ἀργυρίου πιπράσκεται. Ὅθεν εἴρηται· Ἵνα τί τιμᾶσθε ἀργυρίου; ∆ιὰ τί δὲ μὴ περὶ τροφίμους λόγους τὸν χρόνον καταναλίσκετε, μάτην μοχθοῦντες περὶ τὰ ἔξω μαθήματα, οὐκ ἀργυρίου ταῦτα ὠνούμενοι, ἅπερ ἐν κάλλει λέξεως, ἀληθείας κενὰ καὶ νοητῆς ἐστι τροφῆς; ∆ιὸ Σύμμαχος ἔφησε· ∆ιίστατε ἀργύριον, οὐχ ὑπὲρ αὐτῶν, καὶ τοὺς κόπους ὑμῶν, οὐχ ὑπὲρ πλησμονῆς. Ἁρμόσει δὲ καὶ ἐπὶ τῶν ὠνουμένων τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν. Ψιλὴν γὰρ τὴν λέξιν ἐμάνθανον. Παρὰ δὲ τοῖς ἔξω σοφοῖς, καθάπερ ἐν χρυσῷ σκεύει, τὸ ψεῦδος, βορβόρου δίκην, ἐκρύπτετο. Ἡμεῖς γὰρ ἐν ὀστρακίνοις σκεύεσι τὸν Χριστοῦ κεκτήμεθα θησαυρόν. ∆ιὸ καὶ Παῦλός φησι· "Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;" Καὶ πάλιν· "Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·" μωρίαν εἰπὼν, τὸ τῆς λέξεως