φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλ' οὕτως, αἴ κέν τι φόως ∆αναοῖσι γένηαι πατρί τε σῷ Τελαμῶνι, ὃς ἔτρεφε τυτθὸν ἐόντα, καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ. τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον. σοὶ δ' ἐγὼν ἐξερέω, ὡς καὶ τετελεσμένον ἔσται· αἴ κέν μοι δῴη Ζεὺς καὶ Ἀθήνη Ἴλιον ἐξαλαπάξαι, πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερσὶ θήσω, ἢ τρίποδα ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ἠὲ γυναῖχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι». Ἐφ' οἷς ὁ Τεῦκρος λαλεῖ καὶ ποιεῖ τὰ δηλωθησόμενα. (ῃ. 281) Ἰστέον δὲ ὅτι ἐν τῷ «φίλη κεφαλή» τὸν ὅλον Τεῦκρον ἐδήλωσεν ἀπὸ τοῦ καιριωτάτου μέρους. Καθόλου γὰρ οὐκ ἔστιν ἄλλως ἀπὸ μέρους καλέσαι τὸ ὅλον, εἰ μὴ τὸ μέρος ἐκεῖνο εἴη λόγου ἄξιον. [Τοιοῦτον σὺν ἄλλοις καὶ τὸ «ὤνησας κραδίην ∆ιός», ἤγουν αὐτὸν τὸν 2.580 ∆ία, καὶ τὸ «ἤγομεν ἐνθάδε πάντα». Ἐκ μέρους γὰρ τοῦ τῶν ἀγομένων ἐμψύχων καὶ τὰ φερόμενα ἐξ αἰχμαλωσίας ὡς ἄψυχα ἐδήλωσε, τουτέστι τὰ φορτίου δίκην βασταζόμενα.] Ἰστέον δὲ ὡς Ὁμήρου ἀρχὴν ἐνδόντος λαλεῖται παρὰ τοῖς ὕστερον οὐ μόνον τὸ τιμία κεφαλὴ καὶ ἀξία τοῦ παντὸς καὶ σεβασμία, καὶ ὅσα τοιαῦτα σεμνά, ἀλλὰ καὶ ἀνάπαλιν. Κακὴ γοῦν κεφαλή ποτε καὶ ἀναιδὴς καὶ μισητὴ καὶ τοιαῦθ' ἕτερα. (ῃ. 282) Τὸ δὲ «βάλλ' οὕτως» καὶ ἑξῆς ὁ στίχος ὅλος, εἴωθεν ἐπιλέγεσθαι τῷ ἐπιτυχῶς εἰς ἔργον σπεύδοντι. [Βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν καὶ ἐνταῦθα. οὐ μὴν ἔστι νοῆσαι βάλλειν ἄρτι καὶ τὸ ἁπλῶς ἀφιέναι βέλος ἐκ τόξου, καὶ ὡς ἄν τις εἴποι, ῥίπτειν. Καὶ συλλαλεῖ τῇ ἐννοίᾳ ταύτῃ καί τις παλαιὸς αἶνος, ἤγουν γρῖφος, εἰπεῖν δὲ σαφέστερον, αἴνιγμα, κείμενον παρὰ Κλεάρχῳ, εἰπόντι ἐμμέτρως οὕτω «αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνήρ, ὄρνιθά τε κοὐκ ὄρνιθα, ἰδών τε κοὐκ ἰδών, ἐπὶ ξύλου τε κοὐ ξύλου, καθημένην τε κοὐ καθημένην, λίθῳ τε κοὐ λίθῳ, βάλοι τε κοὐ βάλοι». Ἐνταῦθα γὰρ τὸ μὲν βάλοι ἀντὶ τοῦ ἀφήσοι, πέμψοι, ῥίψοι, τὸ δὲ οὐ βάλοι ἀντὶ τοῦ οὐκ εὐστοχήσοι, οὐκ ἐπιτύχοι, ἵνα λέγῃ τὸ συμποσιακὸν ἐκεῖνο γριφῶδες πρόβλημα, ὅτι εὐνοῦχος νυκτερίδα θεασάμενος καὶ οὐ παριδὼν ἐπὶ νάρθηκος κυρίως μὲν οὐ καθημένην, ἄλλως δὲ καθημένην, ἐπειδὴ τὰ πτηνὰ καθέζεσθαί φαμεν, ὅτε μὴ πέτανται, ψευδολίθῳ κισσήρει βάλοι μὲν κατὰ μόνην ῥῖψιν καὶ ἄφεσιν κισσήρεως, οὐ μὴν καὶ βάλοι ἐπιτυχῶς καὶ εὐστόχως. Ἵνα νοῆται, ὅτι ἀφῆκε μὲν βέλος κίσσηριν, οὐκ ἐπέτυχε δέ. ὥστε βαλεῖν 2.581 ἔσται ποτὲ καὶ τὸ ἁπλῶς ἀφεῖναι βέλος ἐφέσει τοῦ τυχεῖν.] Φῶς δὲ κἀνταῦθα τὴν νίκην λέγει, ὡς τῶν ἡττωμένων ὑπὸ σκότει δοκούντων εἶναι, καθὰ καὶ Πίνδαρος φράζει σαφῶς. Κατὰ πλεονασμὸν δὲ τὸ φῶς γίνεται φόως, ὡς καὶ ἡ Κῶς Κόως. (ῃ. 283) Τὸ δὲ «ὃς ἔτρεφε» λείπεται τῆς ˉσˉε ἀντωνυμίας. (ῃ. 2835) Τὸ δὲ «ἐόντα» τρὶς ἐνταῦθα κεῖται διὰ τὸ καίριον· τυτθὸν ἐόντα, νόθον ἐόντα, τηλόθι ἐόντα. (ῃ. 284) Νόθον δὲ τὸν Τεῦκρον ὁ βασιλεὺς λέγει ἁπλοϊκῶς αὐτὸ λέγων τὸ ὄν, οὐ μὴν ὀνειδίζων ὅτε καὶ κολακεύειν ἐχρῆν. ∆ῆλον δ' ὅτι οὐδ' ἦν ἐν ὀνείδει τοῖς παλαιοῖς ἡ νοθεία. Ἐπεὶ γὰρ νενόμιστο παλλακὰς ἔχειν, διὰ τοῦτο καὶ οἱ ἐξ αὐτῶν νόθοι μὲν ἐκαλοῦντο ἀκαταγνώστῳ καὶ ἀνεμεσήτῳ κλήσει, οὐδὲν δὲ ἧττον ἐτιμῶντο τῶν γνησίων οἱ ἐν νόθοις ἀγαθοί, ἐπεὶ οὐδὲ ἡ παλλακὴ ἐφύβριστον ἦν ὄνομα. Πόθεν δὲ γίνεται ὁ νόθος, ἡ Ὀδύσσεια δηλοῖ. (ῃ. 281) Βασιλικὸς δὲ ἦν εὐγενὴς ὁ Τεῦκρος Ἡσιόνῃ γεννηθείς, τῇ ἀδελφῇ τοῦ Πριάμου, ἣν ὁ Τελαμὼν γέρας ἔλαχε πολέμου ἐν Τροίᾳ ποτὲ ὑφ' Ἡρακλέους, ὅτε διὰ τοὺς ἵππους τοῦ Λαομέδοντος πλεύσας εἷλε τὴν Τροίαν. ∆ιὸ καὶ οἰκείως Τεῦκρος ἐκλήθη, ὄνομα τοῦτο ἐπιχώριον τοῖς Τρωσί. Τεῦκροι γὰρ οἱ Τρῶες, ἢ Τευκροί ὀξυτόνως, ὡς πολλοῖς δοκεῖ τῶν παλαιῶν, ἀπό τινος ὁμωνύμου ἀνδρός. ὅθεν οἰκεῖόν ἐστι Τεῦκρον καλεῖσθαι τὸν προσεχῶς μὲν Σαλαμίνιον υἱὸν Τελαμῶνος, ἀνέκαθεν δὲ Τρωϊκόν. Τὸ δὲ «ᾧ ἐνὶ οἴκῳ» διασαφητικόν ἐστι τοῦ κομίσατο, ὅ ἐστι κομιδῆς ἠξίωσε. κομίζει μὲν γάρ τις ἄγων τινὰ εἰς οἶκον, ἐπιμελείας δὲ ἀξιοῖ οὐκ εἰς οἶκον, ἀλλ' ἐν οἴκῳ. (ῃ. 285) Τὸ δὲ «ἐπίβησον εὐκλείας», ἀντὶ τοῦ ἐπιβίβασον, ὅμοιόν ἐστι τῷ «αὐτονυχεὶ 2.582 νηῶν ἐπιβησέμεν». Τοιοῦτον δὲ καὶ τὸ «κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν», καὶ παρὰ