239
εὐτελὲς τῆς ἁγίας Γραφῆς. Ταῦτα τοίνυν ἀφέντες φάγετε τὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀγαθὰ, καὶ τρυφήσετε, φησὶν, ἀληθείᾳ τρεφόμενοι, γινώσκοντές τε Θεὸν, καὶ βιοῦντες κατ' ἀρετὴν, μισθὸν εὐπειθείας ταῦτα λαβόντες καὶ συνετῆς ἀκροάσεως. Ὅθεν ἐξέδωκαν οἱ λοιποί· Ἀκούσατε ἀκούοντες. Ὡς μὴ σωματικῶν δὲ ὄντων τῶν ἀγαθῶν, τὸ ταῖς ψυχαῖς, ὑμῶν εἰκότως προσέθηκε. 2553 Λέγει δὲ, Καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Κατὰ τὸ, "Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι." Ψυχικὴν δὲ ζωὴν τὴν ἀποκειμένην τοῖς ἁγίοις δηλοῖ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἐπὶ τούτῳ. ∆ιεγείρας οὕτω πρὸς συντονίαν τὴν ἀκοὴν, διδασκαλίας ἄρχεται φάσκων· ∆ιαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆αβὶδ τὰ πιστά. Ἡ γὰρ παλαιὰ διαθήκη, πρὸς καιρὸν δοθεῖσα, παρῆλθεν· ἣν δὲ πεποίημαι πρὸς ∆αβὶδ, ἐξ αὐτοῦ τὸν Χριστὸν ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἔργον ἐκφέρων. Τὰ δὲ ὅσια, Σύμμαχος ἐλέη φησὶ, περὶ ὧν ἐλέγετο· "Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι." Καὶ μετ' ὀλίγα· "Ἅπαξ ὥμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου." Ταῦτα τοίνυν ὑμῖν δωρήσομαι τοῖς ἐμοῖς λόγοις προσέχουσι. Ταῦτα γὰρ ἔλεγεν ἀγαθὰ ψυχῆς καὶ τρυφὴν, ἃ νῦν αἰώνιά φησιν. Ὁ γὰρ νόμος ἔκειτο κατὰ τὸν Ἀπόστολον, μέχρι καιροῦ διορθώσεως. ∆ιόπερ ἐν προφήταις φησί· "∆ιαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς Πατράσιν ὑμῶν," καὶ τὰ ἑπόμενα τούτοις. Ἡ μὲν γὰρ ἦν σκιώδης. Ἡ δὲ ἀληθής. ∆ιὸ καὶ Ἰωάννης φησίν "Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ." Εἴποις δ' ἂν ὅσια καὶ τὰ ἱερὰ θεσπίσματα τοῦ Χριστοῦ, ὡς ὁσίους ἀποτελοῦντα, ὡς καὶ τὸν φόβον Κυρίου ἁγνόν φησιν ὁ ∆αβὶδ, οἷον ἁγνοποιόν. Ἔλεγε δὲ καὶ ὁ Σωτήρ· "Τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·" ἀντὶ τοῦ, πνευματικὰ καὶ ζωοποιά· καὶ πιστὰ πάλιν τὰ πιστοποιά. ∆ύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. ∆αβὶδ οὖν καλέσας τὸν ἐκ σπέρματος τοῦ ∆αβὶδ, ἐπιφέρει περὶ αὐτοῦ· Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτόν. ∆ιὸ καὶ πρόσθε τὴν στείραν εὐηγγελίζετο. Καὶ ἄλλως δὲ προειδὼς ὅτι τὰς φωνὰς ἕξουσι ταύτας Ἰουδαῖοι, μηδὲν ἐξ αὐτῶν ὠφελούμενοι, πρὸς τὰ ἔθνη μεταφέρει τὸν λόγον, σύμφωνα λέγων τοῖς πρόσθε, ὅτι οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Μαρτύριον δέ φησιν, ὡς μαρτυροῦντα περὶ ἀληθείας, καὶ ὑπὸ τῶν ἐθνῶν ἀκουόμενον ἀπειθήσαντα Ἰσραήλ. ∆ιεμαρτύρετο δὲ καὶ τὰ ἔθνη ὡς δεκτὰ λοιπόν εἰσι τῷ Θεῷ, καὶ ὁ τῆς θεογνωσίας ἀπείργων οὐδείς. Μαρτύριον οὖν φασι τὸ κήρυγμα τὸ περὶ αὐτοῦ, ὡς αὐτὸς ἐδίδαξε λέγων· ∆εῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν. Καὶ παρὰ τῷ ∆αβὶδ δὲ πάντα τὰ ἔθνη καλέσας ἔλεγε· "Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν." Ἔδει γὰρ σοφίας, 2556 τοῖς δι' ἀβελτηρίαν εἰδώλοις λατρεύσασι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἀλλ' εἰ μὲν εἶπε μόνον μαρτύριον, ἐδόκει καθ' ἕνα δεικνύναι τῶν προφητῶν αὐτόν. Νῦν δὲ τὴν θεϊκὴν αὐτοῦ παρέστησεν ἐξουσίαν, προσθεὶς ἄρχοντα καὶ προστάσσοντα, κατὰ τὸ, Καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Μωσῆς γὰρ, καὶ οἱ προφῆται, ἐν οἰκέταις τεταγμένοι, "Τάδε λέγει Κύριος," ἔλεγον. Ὁ δὲ Χριστὸς ὡς νομοθέτης ἀντιθεσπίζει Μωσεῖ, Ἐγὼ δὲ λέγω, φάσκων, μετατιθεὶς τὸ γράμμα πρὸς τὴν ἀλήθειαν. Ὅθεν ἐθαύμαζον Ἰουδαῖοι ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. ∆οξάζει δὲ αὐτὸν ὁ Πατήρ. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει καὶ τὸν Υἱόν· ὥσπερ οὖν καὶ ἀνάπαλιν. Καὶ κατὰ σάρκα δὲ δοξάζεται, ὡς μορφὴν δούλου λαβών. ∆ιό φησι· "Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα," καὶ τὰ ἑξῆς. Ἔχει δὲ τὴν ἀναφορὰν τὸ ἐδόξασε, πρὸς τὸ, "Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος." Καὶ τὸ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ τὸ, "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη." ∆ιὰ τοῦτο γὰρ καί φησι·