240
"Πάτερ δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Καὶ, ἐπειδὴ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν, εἰκότως μαρτύριον αὐτὸν οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι δέδωκα, τὸ τούτων μὲν εὐπειθὲς, ἐκείνων δὲ ἀνήκοον προειδώς. Ἀντὶ δὲ τοῦ ἐδόξασέν σε, Σύμμαχος, ὅτι ἐποίησέν σε καύχημα, φησίν· ὥστε λέγειν τοὺς αὐτοῦ μαθητὰς, "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Ἑξῆς παρακελεύεταιζητεῖν τὸν Κύριον· ὡς γὰρ αὐτὸς ἔφη πρὸς Ἰουδαίους, "Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν." Καὶ ὁ Πατὴρ δέ φησι· "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ, οὐχ ὡς ἀσθενοῦντι, διὰ δὲ τὴν οἰκονομίαν. Λέγει τοίνυν ὁ Πατὴρ τοῖς ἔθνεσιν, οἷς ἔδωκε μαρτύριον τὸν Υἱόν· Ζητήσατε τὸν Θεὸν, Θεολόγων τὸν δοθέντα μαρτύριον. Ἡ δὲ ζήτησις οὐ τοπικὴ (ἀσώματον γὰρ τὸ Θεῖον, καὶ πάντα πληροῖ), ἀλλ' ἐν ψυχῆς οἰκειότητι· καὶ ἐν τῷ εὑρίσκειν ἐπικαλέσασθε, τουτέστιν αἰνεῖτε, καὶ καλέσατε [ὥς φησι] Σύμμαχος, κατὰ τὸ, "Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι." Τοῦτο δὲ [ἔσται] ἐπειδ' ἂν εὕρητε αὐτὸν πλησίον ὑμῶν ὄντα, καὶ οὐ μακρὰν ἀπῳκισμένον. Θεὸς γὰρ ἐγγίζων ἐστίν. Ὡς ἑστῶτες οὖν ἐνώπιον αὐτοῦ τὴν παλαιὰν ἀπόθεσθε πλάνην. Μέχρι γὰρ ἡλίου, σκότος. Καὶ μέχρι τῆς Χριστοῦ παρουσίας, ἀσέβεια. Οὐ γὰρ βούλεται τὸν 2557 θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Ἀφήσει γὰρ ἐπὶ πολὺ τὰς ἁμαρτίας ἡμῶν, ἀντὶ τοῦ, παντελῶς, καὶ εἰς ἅπαν. "Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις." Γέγραπται γὰρ περὶ Χριστοῦ, "Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων," καὶ τὰ ἑξῆς. Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί. Πῦρ δὲ ἡ σμηκτικὴ τοῦ Πνεύματος δύναμις πάντα ῥύπον ἐκτήκουσα. Εἰ γὰρ ἀθεράπευτα νομίζετε τὰ καθ' ἑαυτοὺς ὡς παρ' ἀνθρώποις ἀπεγνωσμένα, ἀλλ' οὐ παρ' ἐμοὶ ἀνίατα ταῦτα. Πολὺ δὲ Θεοῦ καὶ ἀνθρώπων τὸ μέσον. Ὡς οὖν Θεὸς ἀνεξίκακος εἰς μετάνοιαν προκαλοῦμαι σωτηρίαν ἐπαγγελλόμενος, εἰ τὸν Σωτῆρα τὸν παρ' ἐμοῦ πεμφθέντα προσδέχοισθε. Οὐ γὰρ κατὰ τοὺς ἀνθρώπους μνησικακῶ, καὶ μετανοῶ πάλιν ἐπαγγειλάμενος. Οὐ δεῖ τοίνυν Θεοῦ καλοῦντος, διὰ πλῆθος ἁμαρτιῶν ἀποκνεῖν τὴν μετάνοιαν, ὃ πεπόνθασιν Ἰουδαῖοι λέγοντες· "Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;" Πρὸς οὓς ὁ Θεός φησιν· "Ἐπιστροφὴν ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." Πρὸς δὲ πίστωσιν τῆς ἐπαγγελίας ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα, χρῆται τῇ τοῦ ὑετοῦ καὶ τῆς χιόνος παραβολῇ, δεικνὺς τὸν ἐν ἀρχῇ Θεὸν Λόγον ἄνωθεν ἐκ τοῦ Πατέρος κατιόντα δίκην ὑετοῦ καὶ χιόνος, ἐφ' ᾧ τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι, καὶ καρποφόρους ἐργάσασθαι, καὶ μὴ πρότερον ἀναδραμεῖσθαι πρὸς τὸν Πατέρα, πρὶν ταῦτα ποιεῖν. Θεοπρεπῶς δὲ νοητέον τοῦ Πατέρος καὶ τὸ στόμα, καὶ τὸν λόγον. Οὔτε γὰρ ἐκεῖνο σωματικόν. Οὔτε οὗτος ἀνυπόστατος. Ἐπεὶ πῶς ἂν κατορθώσας ἐπαναστρέφοι πρὸς τὸν Πατέρα μὴ διαχυθεὶς, ὡς τῶν ἀνθρώπων ὁ λόγος μόνον ὑπάρχων σημαντικός; Τινὲς δὲ τὸν ὑετὸν δῆλον ἔφασαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων χορηγίαν, δι' ἧς εὔκαρπος ἡ πᾶσα γέγονεν, ἐπιψάλλοντος τοῦ ∆αβίδ· "Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτῖσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον. Πλήθυνον τὰ γεννήματα αὐτῆς. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα." Καὶ διὰ Μωσέως φησί· "Καταβήσεται ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου." Καὶ Παῦλος δέ φησιν· "Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσει τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν." Καὶ πῶς γὰρ οὐ δράσει ταῦτα τὰ θεῖα Λόγια; κατὰ γὰρ τὸν παρόντα προφήτην· "Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" Ἐξ οὗ τὴν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευμα 2560