241
τικὴν, ὡς μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, καὶ τὸν ἄρτον ἔχειν τὸν ζωοποιὸν, ἀλλὰ καὶ σπέρμα τῷ σπείροντι. Οἱ γὰρ μυσταγωγοῦντες λαοὺς, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἑαυτοῖς ἐθησαύρισαν σπόρον. Κατὰ γὰρ τὸν Παῦλον, Θεοῦ γεώργιόν ἐσμεν, Θεοῦ συνεργοὶ τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Πρὸς δὲ τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ προσιόντας λόγῳ φησίν· Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, δηλαδὴ τῆς πατροπαραδότου πλάνης, κατὰ τὸ, Ἔξελθε ἐκ τῆς γῆς σου. Καὶ ἐν χαρᾷ διδαχθήσεσθε τὸ σωτήριον Εὐαγγέλιον. ∆ιὸ προέφη· Εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου. ∆υσχερὲς γὰρ ἀποφοιτᾷν ἡδονῶν σαρκικῶν, καὶ πλάνης προειλημμένης. Καὶ δεῖ Θεοῦ πρὸς τὴν ἄνω πορείαν ὁδηγοῦντος ἡμᾶς καὶ κούφους ἐργαζομένου. "Ὄρη γὰρ, φησὶ, τὰ ὑψηλὰ ταῖς ἐλάφοις." Καὶ ἀλλαχοῦ δέ φησιν· "Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν" Καὶ ἄλλος δὲ προφήτης φησίν· "Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς·" ὅπερ ἐστὶν θεόδοτον· οὐ τἀναντία φησὶ περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς. "∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ." Ἀκολουθεῖ δὲ τὸ χαίρειν τοῖς εὐοδουμένοις ἐν ἀρεταῖς καὶ γνώσει Θεοῦ. "Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." Ἐφ' οἷς αἱ θεῖαι δυνάμεις εὐφραίνονται δηλούμεναι δι' ὀρῶν καὶ βουνῶν. Καὶ ὁ Σωτὴρ γάρ φησι, χαρὰν ἔσεσθαι ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πνεύματα γάρ εἰσι λειτουργικὰ πρὸς διακονίαν σωτηρίας πεμπόμενα. Ἡ δὲ τούτων διαφορὰ κατὰ τὸ ὑψηλότερόν τε καὶ ἔλαττον. Ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις, εἶεν ἂν αἱ καρποφόροι ψυχαὶ ἐπὶ τῇ ἐπιστροφῇ τῶν ἀνόμων ἡδόμεναι. Τινὲς δὲ ὄρη μὲν τοὺς διδασκάλους τῆς Ἐκκλησίας τοὺς οὐδὲν χαμαίζηλον ἔχοντας· βουνοὺς δὲ, τοὺς μετ' αὐτούς. Χαρὰ γὰρ τούτων ἡ σωτηρία τῶν προσιόντων, ὡς καὶ Παῦλον λέγειν· "Χαρὰ καὶ στέφανός μου." Ξύλα δὲ ἀγροῦ τοὺς ὑπὸ χεῖρα λαούς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. ∆ιὸ καὶ ἡ Νύμφη φησί· "Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Χαίρουσι δὲ καὶ οὗτοι τοσαύτην ἐν ἑαυτοῖς ὁρῶντες μεταβολήν. Πάλαι μὲν γὰρ γόνιμον, ἢ τρόφιμον εἶχον οὐδέν· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ στοίβην ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην ἔφερον. Νῦν δὲ ὅτε τῆς θείας μετέσχον χάριτος, μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην, καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. Ὁ δὲ Σύμμαχός φησιν, ἀντὶ στοίβης ἀναβήσεται βράθυ. Ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη, ὡς εἰ ἔλε 2561 γεν· Ἀντὶ κακίας δικαιοσύνην, σωφροσύνην ἀντ' ἀσελγείας, καὶ ἀντὶ θράσους ἀνδρείαν, φρόνησίν τε ἀντ' ἀφροσύνης. Εὕροις δ' ἂν τοῦτο καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοίβη γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος, ὁ μὲν τελώνης, ὁ δὲ διώκτης, Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις καὶ τοῖς ἀπολλυμένοις. Καὶ ἄλλο δέ τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν Κύριον ἐπιστρέψασιν ἔθνεσιν. Ἔσται γὰρ, φησὶ, Κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον. Πανταχοῦ γὰρ ἔστιν ἰδεῖν ἀπὸ Χριστοῦ καλουμένους Χριστιανούς. Καὶ σημεῖον σωτηρίας ἐπιγράφονται τοὔνομα, ὅπερ οὐκ ἐκλείψει ποτέ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ. Τινὲς δὲ σημεῖον, τὸν δι' οὗ σεσώσμεθα σταυρὸν εἰρήκασι· τὴν δὲ πᾶσαν ῥῆσιν οὕτως ἑρμήνευσαν ἕτεροι· Θεοῦ σώσειν αὐτοὺς ἐπαγγειλαμένου μετανοοῦντας, καὶ τοὺς ἐχθροὺς ὑποτάξειν αὐτοῖς, καὶ τοῦ προφήτου πρὸς πίστιν αὐτοὺς διεγείραντος (κληρονομήσειν γὰρ αὐτοὺς σωτηρίαν) τῶν ἀκουόντων κινηθέντων πρὸς πόθον, ἐθέλειν τε σωθῆναι λεγόντων, πρὸς τὰς ἐννοίας αὐτῶν ὁ προφήτης ὡς διψῶντας προτρέπεται. Τινὲς δὲ, φασὶν, διὰ τοῦτο εἰς ἔνδειαν ἤχθησαν τῶν ἀγαθῶν, ἵνα πόθῳ πρὸς αὐτά ποτε σπεύσωσι. Ὡς οὖν οἱ διψῶντες προσίασι ταῖς πηγαῖς, οὕτω καὶ ὑμεῖς τῷ Θεῷ, ἀντὶ παντὸς ἀργυρίου συναίσθησιν τῶν ἡμαρτημένων λαβόντες. Οὐκ ὠνητὰ γὰρ τὰ παρὰ Θεοῦ, οὐδὲ χρεία πρὸς μὲν σπονδὴν οἴνου, πρὸς δὲ θυσίαν στέατος, ἅπερ