242
ὠνούμενοι οὐδὲν ἀποφέρεσθε πλέον εἰς ὄνησιν, ἢ κόπον καὶ μόχθον, μὴ ὄντων ἱκανῶν δυσωπημάτων. Ἀργὰ γὰρ ταῦτα πρὸς ἁμαρτίας ἐξάλειψιν, ἣν μετάνοια ποιεῖ καὶ πίστις ἡ εἰς Θεόν. Πρὸς ἀγαθῶν δὲ δωρεὰν, ἀκροατὴν οὐκ εὐγνώμονα μόνον ζητεῖ, ἀλλὰ καὶ συνιέντα, καὶ τῷ καλοῦντι προστρέχοντα. Προσέχετε δὲ, φησὶ, τοῖς ὠσίν· καὶ εἰ μὲν σωματικὸν ἀκατάλληλον. Ὀφθαλμῶν γὰρ τὸ προσέχειν. Εἰ δὲ κατὰ ψυχὴν, ἀκόλουθον. Ἁπλῆ γὰρ οὖσα καὶ μονοειδὴς, ἐν μιᾷ δυνάμει τὰς ἔνδον αἰσθήσεις ἐκτήσατο. Τοιγαροῦν ὀφθαλμοῖς ἀκούει ὁ γράμμασιν ἐντυγχάνων, καὶ δακτύλοις διαλέγεται ὁ τούτοις γράφων. Εἶτα μέμνηται τοῦ ∆αβὶδ, καὶ τῆς πρὸς ἐκεῖνον σχέσεως, δι' ἣν αὐτῷ πᾶσαν παρεῖχε ῥοπὴν, ἧς τεύξεσθαι καὶ τούτους φησὶν, εἴπερ ἀκούειν ἐθέλοιεν. Οὕτω γὰρ ζήσονται, οὐ τὴν παροῦσαν μόνον ζωὴν, ἀλλὰ καὶ τὴν μένουσαν· οὐ μόνον δὲ ὑμεῖς ζηλοῦντες τὸν αὐτοῦ τρόπον καὶ τὴν μετάνοιαν, τῶν αὐτῶν τεύξεσθε, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει δεκτὸς ὁ ζῶν ὁμοίως αὐτῷ. Οἰκειοῖ γὰρ οὐ γένος, ἀλλὰ καρδία καὶ βίος. 2564 Οὕτως οὖν καὶ ὑμεῖς πανταχοῦ δοξασθήσεσθε, ὡς πάντας πανταχόθεν εἰς θεογνωσίαν ἐξ ὑμῶν φωτιζομένους συῤῥεῖν πρὸς ὑμᾶς, οἰκειότητα ποθοῦντας τὴν πρὸς ἐμὲ, ὡς ἐπὶ τῆς βασιλίδος Σάβα, καὶ τοῦ Αἰθίοπος εὐνούχου γεγένηται, τῆς τοῦ ἔθνους εὐσεβείας καὶ πρὸς αὐτοὺς δραμούσης τῇ φήμῃ. Ταῦτα μὲν αὐτοῖς Θεὸς ἐπηγγέλλετο. Πρὸς δὲ τοῦτο ῥᾳθυμούντων αὐτῶν, ὁ μονογενὴς παρελθὼν εἰς ἀνθρώπους πάντων ἐθνῶν ἐποιήσατο κλῆσιν. Ἀδύνατον δέ φησι τῶν προεπηγγελμένων τυχεῖν ἄνευ Θεοῦ. Ὅθεν αὐτὸν ζητητέον, καὶ κλητέον, μὴ λογιζομένου πλῆθος ἁμαρτημάτων, καὶ τὸ εἰς αὐτὸν ἠσεβηκέναι. Πολυέλεος γάρ ἐστιν. Ποῖον γὰρ πλῆθος ἁμαρτιῶν τὴν αὐτοῦ φιλανθρωπίαν νικᾷ; καὶ ἀπωθούμενος δὲ ἐπ' ἀγαθῷ τέλει τοῦτο ποιῶ, καὶ ἀπεγνωκόσιν ἤδη τοῦτο ἀποδώσω. Πολὺς δὲ ὢν ἐν οἰκτιρμοῖς, πολλὴν ὑμῖν δώσει τὴν ἄφεσιν. Οὐ γὰρ ὑφίσταταί τι πάθος ἀνθρώπινον. Ἄνθρωπος γὰρ κἂν ἀφιέναι θέλῃ, διὰ θυμὸν ἔσθ' ὅτε κωλύεται τὴν τῆς λύπης δεχόμενος μνήμην. Κἂν τέκνῳ τι χαρίσασθαι θέλῃ, τοῦ διδομένου πολλάκις ἡ στέρησις ἀνακρούεται. Ἐμοὶ δὲ βουλομένῳ ἀφεῖναι καὶ δοῦναι οὐ μνήμη παλαιῶν ἁμαρτημάτων, οὐ στέρησις ἐνοχλεῖ. Καὶ ὑμεῖς μὲν βουλευόμενοί τι, μεταβουλεύεσθε. Ἐγὼ δὲ ἀμεταμέλητος. Ἀπείρῳ γὰρ ὑμῶν διαφορᾷ διενήνοχα. ∆ηλοῖ δὲ ὁ παρ' ἐμοῦ χορηγούμενος ὑμῖν ὑετὸς, ὃν διδοὺς εἰς εὐκαρπίαν τῇ γῇ, οὐκ ἀνεκαλεσάμην ποτέ. Ἐξ οὗ μάθετε ὡς οὐδεὶς λόγος παρ' ἐμοῦ ῥηθεὶς ἔσται κενὸς, ἐὰν ἐπιστραφέντες αἰτήσητε τῶν ἡμαρτημένων τὴν ἄφεσιν. Καὶ πρὸς τὰς ἐντολὰς δὲ τοῦ νόμου, φησὶν, ὑμᾶς εὐοδώσω, διδοὺς ἰσχὺν πρὸς τὸ φυλάττειν αὐτὸν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον ἔνδοξον, καὶ ὑπὸ Κύρου καὶ τῶν ἐχθρῶν δορυφορουμένην ποιήσω. Ὡς γὰρ ἐξ Αἰγύπτου, φασὶ, χωρούντων ὑπεχώρει τούτοις ἡ θάλαττα, διαβατὸς δὲ καὶ Ἰορδάνης ἐγένετο· οὕτως ἱστορεῖται μετὰ τὴν αἰχμαλωσίαν ὁ Τίγρις ποδὶ γενέσθαι διαβατός. Καὶ ὡς ἐν ἀγαλλιάσει κινηθῆναι τὰ ὄρη, καὶ τοσαύτην σχεῖν μεταβολὴν ἀντὶ τῆς καταλαβούσης ἐκ τῶν πολεμίων ἐρημίας, ὡς καὶ ξένων δένδρων, παρὰ τὰ ὄντα, βλάστην ἐκδοῦναι, τῆς τοῦ Θεοῦ δεικνυμένης ἐξ αὐτῶν εὐμενείας. Ἐκ δὲ τῶν εἰρημένων ἐπίστηθι ὡς ἀμετάθετος ἡ βουλὴ τοῦ Θεοῦ δι' αἰῶνος, κἂν μὴ ἐπὶ μιᾶς ἢ πλειόνων γενεῶν πληρωθῇ. ΚΕΦΑΛ. Νʹ. αʹιαʹ. 9Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατα μὴ βεβηλοῦν· καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ, μὴ ποιεῖν ἄδικα9, κ.τ.λ. Περιγράψας ὁ λόγος τὴν περὶ τῶν ἐθνῶν προφη 2565 τείαν, ἐπὶ τὸ τῶν Ἰουδαίων τάγμα μετέβη τῶν τότε τῷ προφήτῃ συνόντων, οἵτινες ἐφρόνουν ἐπ' εὐγενείᾳ, καὶ τῷ φυλάττειν τὰ Σάββατα, καὶ τὸ πολύγονον εὐσεβείας ἐνόμιζον γέρας, ὡς ἀναπίπτειν ἐντεῦθεν τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους· τοὺς μὲν ὡς εὐγενείας, τοὺς δὲ ὡς παίδων ἐστερημένους. ∆ιὸ