243
δείκνυσι Θεὸς ἐν τρόποις εἶναι καὶ ταῖς ἀρεταῖς τὸ μακάριον. Ὁ γὰρ ἐστερημένος δικαιοσύνης καὶ κρίσεως, κἄν τι τῶν εἰρημένων ἔχῃ, λίαν ἐστὶν ἀνόνητος. Ὅθεν φησί· Πάσης ἀκρίτου παύσασθε γνώμης, κεκριμένῳ λογισμῷ μετιόντες τὸ δίκαιον· ἤγουν, Τὰ ὀρθὰ φυλάττετε κρίματα, ἢ τὰ θεῖα κρίματα, δηλονότι τὰς ἐντολάς. ∆εῖ δὲ καὶ λογισμῷ φυλάττειν, καὶ ἔργῳ ποιεῖν. ∆ιό φησι· καὶ ποιεῖτε δικαιοσύνην, μισθὸν ἐπαγγειλάμενος τὸ σωτήριον καὶ τὸ ἔλεος, ἢ, κατὰ τοὺς λοιποὺς, τὴν δικαιοσύνην. Τινὲς δέ φασιν· Ἵνα μὴ νομίσωσιν ἐπὶ τὴν τοῦ νόμου τήρησιν τὴν ἐν σκιαῖς καὶ τύποις παρακαλεῖσθαι, ἐγγὺς εἶναι, φησὶ, τὸ σωτήριον, καὶ τὸ ἔλεος, τοῦτ' ἔστι Χριστόν. Ἐλεήσας γὰρ ἡμᾶς, διὰ τῆς ἀφέσεως ἔσωσεν. Οὕτω καὶ Ἀμβακούμ· "Ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ." Ἀποκαλυφθῆναι δέ φησιν, ἐπειδὴ προὔλεγον μὲν οἱ προφῆται περὶ αὐτοῦ, ἐν ἰδίοις δὲ καιροῖς ἐφανερώθη. Τοῦτο καὶ ∆αβὶδ ἔλεγεν· "Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν. Ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ." Ἐπὶ τοιαύταις οὖν ἐλπίσιν ἐπιλέγει, Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. Τὴν κρίσιν λέγει καὶ τὴν δικαιοσύνην, ἀλλ' οὐχ ὁ προτερήμασι κομπάζων σωματικοῖς, εὐγενείᾳ τε καὶ πολυπαιδίᾳ. Συνῳδὰ τούτοις ἔλεγεν Ἰωάννης ὁ Βαπτιστής· "Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ." Ὁμοίως καὶ ὁ Σωτήρ· "Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." ∆εῖ δὲ πρὸς τῷ φυλάττειν [Σάββατα], καὶ ἀντέχεσθαι τῆς δικαιοσύνης, καὶ κρίσεως, καὶ μὴ παρέργως ἐπ' αὐτὰ χωρεῖν. Μετὰ τούτων γὰρ καὶ ἡ φυλακὴ τῶν Σαββάτων ἐπαινετὴ, ἥτις ἐστὶν οὐχ ἁπλῶς ἐν ἀργίᾳ, ἀλλ' ἐν τῷ τὰς χεῖρας, τοῦτ' ἔστι τὰς πράξεις καθαρὰς ἀτόπων ἔργων τηρεῖν. Οὕτω γὰρ δεῖ Σαββατίζοντας θυσίας προσάγειν πνευματικάς. Εἶτα παραμυθεῖται τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους, ὡς οὐδενὸς τῶν μεγάλων ἐστερημένους σωματικῆς εὐγενείας καὶ παίδων γονῆς. Οὐ γὰρ ἐμποδίσει ταῦτα τῶν θείων τυχεῖν ἀγαθῶν, εἰ ζῷεν θεοσεβῶς, τῷ δικαιοπραγεῖν ὡς δεῖ Σαββατίζοντες. Οὐ γὰρ ψιλὰ θέλει τὰ Σάββατα ὁ κατ' ἀρχὰς εἰπὼν τοῦ βιβλίου· "Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·" ἀλλ' εἰ καὶ ἔδει τότε σωματικῶς τηρεῖσθαι, διὰ τὴν παραγγελίαν τοῦ νόμου τὸ Σάββατον, μετὰ κρίσεως καὶ δικαιοσύνης ἦν τηρητέον. Οὐκ ἄρα παραβλάψει τὸν ἀλλογενῆ τὸ νόθον τοῦ γένους. Ἀρέσκων γὰρ Κυρίῳ εἰς ἔθνος ἅγιον καὶ ἐν τέκνοις τελέσει τοῦ 2568 Ἀβραάμ. "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ," ὡς ὁ Παῦλός φησιν. Οὐδ' ὅτι εἰ εἶ σπέρμα Ἀβραὰμ, πάντως καὶ τέκνα." Ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα, καὶ ἡ ἐπαγγελία δὲ τῷ Ἀβραὰμ οὐκ ἐπὶ μόνοις δέδοται τοῖς ἐξ αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς διὰ πίστεως." Ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Ἀλλ' οὐδὲ τὸν εὐνοῦχον θεοσεβοῦντα παραβλάψει τὸ ἄγονον, εἰ καὶ ἡ πολυπαιδία καιροῦ καλοῦντος ἐν εὐλογίας δέδοται τάξει. Ἀντὶ τῆς οὖν πολυτεκνίας δώσειν αὐτοῖς ἐπαγγέλλεται ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ τείχει αὐτοῦ, τόπον ὀνομαστόν· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων. Καὶ ὄνομα δὲ, φησὶν, αἰώνιον δώσω αὐτοῖς ὃ οὐκ ἐξαρθήσεται, ὁποῖον ἦν τὸ δοθὲν Ἰακὼβ, καὶ ποιῆσαν αὐτὸν Ἰσραὴλ, ἄνθρωπον θεωρὸν Θεοῦ. Τοῦτο γὰρ σημαίνει τὸ ὄνομα, ὃ καὶ γέγονεν ἔργον. Εἰ δὲ καὶ, κατὰ τὸν λόγον τοῦ Σωτῆρος, εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλὴμ ἐπουράνιος· ἀκόλουθον ἐκεῖ δίδοσθαι τόπον αὐτοῖς ἐν τῷ τείχει ταύτης τῆς πόλεως· ἤγουν καὶ τῆς ἐπὶ γῆς Ἐκκλησίας, ἐν ᾗ διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ πολυπαιδίας κρείττω τὴν ἐπὶ τούτοις ἐν Κυρίῳ δόξαν ἡγούμενοι καὶ φυλάττοντες τὰ Σάββατα αὐτοῦ, δηλονότι Χριστοῦ, ἀληθῆ καὶ οὐ σκιώδη τυγχάνοντα. Τὰ αὐτὰ δὲ πράττοντας καὶ τοὺς ἀλλογενεῖς εἰσάξειν εἰς ὄρος ἅγιον αὐτοῦ ἐπαγγέλλεται, δέξεσθαί τε παρ' αὐτῶν θυσίας, δηλαδὴ τὰς δι' εὐχῶν καὶ αἰνέσεως, ἢ καὶ τὰς σωματικὰς, εἰ περὶ τῶν πρὸ τῆς παρουσίας ὁ λόγος. Τὸν γὰρ οἶκον αὐτοῦ πᾶσιν