244
ἀνεῷχθαι τοῖς ἔθνεσιν, τῶν ἐξ Ἰσραὴλ διελέγχων τὸν τύφον, οἳ κατεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ, καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες, καὶ λέγοντες· "Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν." Καὶ ὅρα πῶς παρῆλθε τὰ ἀρχαῖα, καὶ γέγονε πάντα καινά. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου. Ὁ δὲ Χριστὸςπάντας εἰσάξειν εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἐπαγγέλλεται. Αὐτὴ γὰρ ὄρος τὸ ἅγιον. Εἰς ἣν εἰσελθόντες τοῖς ἐξ αὐτοῦ χαρίσμασιν ἐνευφραίνονται. Ὡς δὲ ἐκ παραδείγματος τῆς κατὰ νόμον λατρείας, δεκτὰς αὐτῶν ἔφη γίνεσθαι τὰς θυσίας. Ἀναλόγως γὰρ, τῶν μὲν ὁλοκαυτουμένων, ὅσοι δι' ὅλων ἑαυτῶν καθιέρωνται τῷ Θεῷ· τῶν δὲ ἐκ μέρους, ὁποία τῶν ἐν Κυρίῳ γεγαμηκότων ἡ ζωὴ, μεμερισμένη Θεῷ τε καὶ κόσμῳ. Πλὴν οὐ μόνοις ἤμερος τοῖς ἐξ ἐθνῶν ὁ Σωτήρ. Συνάξει γὰρ, φησὶ, καὶ τοὺς διεσπαρμένους Ἰσραήλ. 2569 Ἀπέστησαν γὰρ τῆς ἐν νόμῳ πολιτείας μᾶλλον, ἢ τῆς Ἰουδαίας ἔξω γεγόνασιν, εἰδωλολατροῦντές τε καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐξ ὧν ὁ ἐπισυναχθεὶς ἐκ τῆς διασπορᾶς Ἰσραὴλ, οἵτε πάλαι θεοσεβεῖς, καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Τὰ θηρία δὲ τοῦ δρυμοῦ τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα σημαίνει τοὺς ἐθνικούς. ∆ρυμὸν γὰρ συνήθως καλεῖ τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν, ἅπερ εἰς ἑστίασιν ἀνακαλεῖται πνευματικήν. ∆ιὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ, πάντα τὰ θηρία, πᾶν ζῶον αὐτοῦ εἴρηται. Καὶ πάλιν πάντα τὰ ζῶα αὐτοῦ. Τίνος δὲ αὐτοῦ, ἢ τοῦ Θεοῦ; οὐχ ἁπλῶς δὲ τὰ θηρία καλεῖ, ἀλλὰ τὰ αὐτοῦ. Ἐθηριώθησαν γὰρ ὑπὸ τυράννῳ τεθραμμένοι τῷ διαβόλῳ, καὶ ζῶντες οὐκ ἀνθρωπίνως. Ἀλλὰ νῦν αὐτοὺς ἐπὶ τράπεζαν καλεῖ τὴν νοητὴν, τὸν ἄρτον φαγεῖν τῆς ζωῆς, ὥς τε χαίροντας λέγειν· "Ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν." Καὶ δι' ἑτέρου δὲ προφήτου φησί· "Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον." Μακρὰν γὰρ ὄντες Θεοῦ, διὰ πίστεως ἤγγισαν, καὶ μετέχουσιν ἄρτου τοῦ στηρίζοντος καρδίαν ἀνθρώπου. Κατὰ δὲ τὴν ἱστορίαν διχῶς νοήσεις. Ἡ γὰρ διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ ∆αρείου καὶ Ἀρταξέρξου γενομένην λέγων συνάξειν τὸν Ἰσραὴλ, μετ' αὐτῶν καὶ τὰ θηρία συνάξειν φησίν. Τότε γὰρ εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον θηρία καλεῖ. Ἢ θηρία συνήθως φησὶ τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ στόματι φαγόντας αὐτὸν, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. ∆ιὸ καὶ ὡς θηρία πρὸς βρῶσιν αὐτοὺς τοῦ ἔθνους καλεῖ, καὶ τὸ εὔλογον τῆς κολάσεως ἐπιδείκνυται λέγων· ἴδετε ὅτι πάντες ἐκτετύφλωνται. Τινὲς δέ φασιν ὡς προγνοὺς ὅτι τὰ μὲν θηρία πεισθήσεται τῷ κηρύγματι, ἐν ἀπιστίᾳ δὲ τὸ Ἰουδαίων πλῆθος μενεῖ, τυφλοὺς εἰκότως αὐτοὺς ἀπεκάλεσεν, οἳ μηδὲ τοῖς θηρίοις γεγόνασιν ἴσοι. Ἀντὶ δὲ τοῦ, ἴδετε ὅτι ἐκτετύφλωνται, Σύμμαχος καὶ Θεοδοτίων, οἱ σκοποὶ αὐτοῦ, φασὶ, τυφλοί. Ἀκύλας δὲ σκοπευταί. Ἀντὶ δὲ τοῦ ἐνεοὶ, Σύμμαχος ἄλαλοι. Ἀκύλας δὲ μογιλάλοι. Νοήσεις δὲ τοὺς ἐνταῦθα σκοποὺς τυφλοὺς ἐξ ἑτέρων διορατικῶν σκοπῶν, περὶ ὧν ἐλέγετο. Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη. Ἀνθ' οὗ οἱ λοιποί. Φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν. Ἦν δὲ περὶ τῶν ἀποστόλων ὁ λόγος τῶν διορατικῶν τῆς Ἐκκλησίας σκοπῶν. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκω Ἰσραήλ. Ἐνταῦθα δὲ οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται, καὶ κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, οὐδὲ τῆς τοῦ Θεοῦ ποίμνης ἀπελαύνειν τοὺς λύκους. Καὶ πῶς οἱ πρώτους ἑαυτοὺς ἐκτυφλώσαντες, καὶ τὸ φῶς τὸ 2572 ἀληθινὸν μὴ δεξάμενοι; καίτοι σαφῶς ἐβόα· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Καὶ πάλιν· "Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·" περὶ ὧν ὁ προφήτης φησίν· "Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μεινάντων αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν." Καὶ ὁ Σωτὴρ δέ φησι "Τυφλοί εἰσι τυφλῶν ὁδηγοὶ, δηλονότι τὴν διάνοιαν." Ὅθεν ἐπήγαγε νῦν ὁ προφήτης, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. ∆ι' ὅπερ αὐτοῖς παρεκελεύετο καὶ ∆αβίδ· "∆ράξασθε