ἀλλαχοῦ ῥηθεῖσαν κίνησιν τοῦ στρέφω στρόφος στρωφῶ, τρέχω τρόχος τρωχῶ, τρέπω τρόπος τρωπῶ, καὶ τῶν ὁμοίων [ὅσα δευτέρας συζυγίας τῶν περισπωμένων εἰσί.] Τὸ δὲ «Γοργοῦς» κλίνεται ὡς ἡ Σαπφώ τῆς Σαπφοῦς. ἴσως δὲ καὶ τὸ ἀηδοῦς, ὅ ἐστι ἀηδόνος, παρὰ Σοφοκλεῖ, καὶ τὸ χελιδοῖ παρὰ τῷ Κωμικῷ ἀπὸ ὁμοίας εὐθείας ἐκλίθησαν. Ζηνόδοτος δὲ «Γοργόνος ὄμματα ἔχων» γράφει, Ἀρίσταρχος δὲ «Γοργοῦς οἴματα ἔχων», ὅ ἐστιν ὁρμήματα. Ἀλληγορικῶς δὲ καὶ ἐνταῦθα λαμβάνει τὴν Γοργόνα ἐπὶ τῆς κατὰ ψυχὴν καὶ σῶμα γοργότητος. Ἔοικε γὰρ τοιοῦτος εἶναι ὁ Ἕκτωρ καὶ μάλιστα νῦν ὅτε ἀρεϊκῶς ἠρέθισται, ὡς δῆλον ἐκ τοῦ «Γοργοῦς ὄμματ' ἔχων καὶ Ἄρεος». Ὅτι δὲ ὁ μὲν μῦθος τεράστιόν τι χρῆμα καὶ δεινὸν τὴν Γοργόνα οἶδε καὶ ὀφεωπλόκαμον, ἡ δὲ ἱστορία σεμνά τινα περὶ Γοργόνων λαλεῖ, ἐν ἄλλοις δεδήλωται. (ῃ. 354 ς.) Ὅτι ἐπί τινος ἑνὸς πολλοὺς βλάπτοντος οἰκεῖον εἰπεῖν τὸ «οἳ δὴ κακὸν οἶτον», ὥς που καὶ ἀλλαχοῦ κεῖται, «ἀναπλήσαντες ὄλωνται ἀνδρὸς ἑνὸς ῥιπῇ. ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς». [Μαίνεσθαι δὲ καὶ ἐνταῦθα τὸ ἐνθουσιᾶν ἔφη πρὸς μάχην, ὅπερ ἐπίτασίς ἐστι τοῦ μαιμᾶν καὶ τοῦ ὁρμᾶν καὶ τῶν ὁμοίων.] Περὶ Ἕκτορος δὲ ἡ Ἥρα ταῦτά φησιν, ἐλεήσασα διωκομένους τοὺς Ἀχαιοὺς ὑπ' αὐτοῦ, ὅτε καὶ προσεταιρίζεται τὴν Ἀθηνᾶν εἰς ἐπικουρίαν τῶν διωκομένων, πείσασα καὶ κατειπεῖν ἀφελέστερον τοῦ πατρὸς ∆ιός, καὶ περιτρέψαι αὐτῷ τὴν κατὰ τοῦ Ἕκτορος ὕβριν, εἴπερ ἐκεῖνος μὲν κατὰ τὸν τῆς Ἥρας λόγον μαίνεται οὐκέτ' ἀνεκτῶς, Ἀθηνᾶ δὲ τὸν πατέρα ἐρεῖ φρεσὶ μαίνεσθαι οὐκ ἀγαθαῖς. (ῃ. 353) Ἐν τούτοις δὲ κεῖται καὶ λέξις ποιητική, τὸ «κεκαδησόμεθα», τουτέστι κηδήσομεν, φροντίσομεν. οὐ φιλεῖ δὲ ταῦτα λόγος πεζός. Γίνεται δὲ 2.594 ἀπὸ τοῦ κηδῶ κηδήσω, τὸ φροντίζω, κατὰ χρόνον μετ' ὀλίγον μέλλοντα, ἐξ οὗ καὶ ἀκηδῆσαι, τὸ ἀφροντιστῆσαι, καὶ ἀκηδέστως, τὸ ἀφροντίστως, καθ' ἕτερον μέλλοντα. Ἔστι γὰρ οὐ μόνον κηδῶ κηδήσω, ἀλλὰ καὶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. [Προϋπόκειται δὲ τούτων ἐνεστὼς ἐντελὴς τὸ κηδέω, ἐξ οὗ ἐπενθέσει τοῦ ˉυ τὸ κηδεύω ἐπί τε τοῦ θάπτειν, ὅθεν καὶ κηδεὸς νέκυς, καὶ τοῦ ἐπιγαμβρεύειν, καθ' ὃ ἔφη Αἰσχύλος, ὡς τὸ κηδεύειν καθ' ἑαυτὸν ἀριστεύει μακρῷ. Ἡ δὲ ἀκηδία οὐκ ἂν εἴη δῆλον εἴτε ἀπὸ τοῦ κηδῶ περισπωμένου εἴτε ἀπὸ βαρυτόνου τοῦ κήδω γίνεται, στέρησιν τοῦ φροντίζειν δηλοῦσα.] (ῃ. 352-4) Τὸ δὲ χωρίον, ἐν ᾧ ἡ ῥηθεῖσα κεῖται λέξις, τοιοῦτον «ὢ πόποι, ∆ιὸς τέκος, οὐκ ἔθ' ἡμεῖς ὀλλυμένων ∆αναῶν κεκαδησόμεθα ὑστάτιόν περ;» Τὸ δὲ σχῆμα κατ' ἐρώτησιν. Ἐρωτᾷ γὰρ ἡ Ἥρα τὴν Ἀθηνᾶν, ὡς οὐκ ἐπμελησόμεθα ὕστατον τοῦτο τῶν Ἀχαιῶν, «οἳ τάχ' ἂν οἰχήσονται ὑφ' Ἕκτορος κακὸν οἶτον ἀναπλήσαντες». ∆ύναται δὲ τὸ αὐτὸ νοηθῆναι καὶ ἀποφαντικῶς, ἵνα λέγῃ, ὡς ἐπεὶ ὄλλυνται νῦν οἱ Ἀχαιοί, οὐκέτι ἄρα ἕξομεν φροντίσαι αὐτῶν. (ῃ. 358 ς.) Ὅτι ἀπειλὴ ἐπὶ θανάτῳ τὸ «καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε, φθίμενος ἐν πατρίδι γαίη». (ῃ. 360 ς.) Μικροψύχου δὲ τέκνου λόγος τὸ «ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι, σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς», ἤγουν κωλυτὴς τῶν ἐμῶν προθυμιῶν καὶ οἷον ἀναποδιστής, ἐκ τοῦ ἐρωῶ, ἐξ οὗ πολλαχοῦ καὶ τὸ «ἵπποι δ' ὑπερώησαν». Ἀθηνᾶ δὲ ἡ μυθικὴ ταῦτά φησι περὶ ∆ιός. Ἔνθα καὶ ὅρα οἷον ὁ θυμός. Ἡ γὰρ σώφρων θυγάτηρ οὐκ ἄξια ἑαυτῆς ποιοῦσα ὑβρίζει νῦν τὸν πατέρα διὰ θυμόν. Ἀλιτρὸς 2.595 δὲ ὁ τοῦ δέοντος ἀλιτών, ἤτοι ἁμαρτών, ἵνα ᾖ ἀλιτός, καὶ πλεονασμῷ τοῦ ˉρ ἀλιτρός ἢ ἀλιτηρός καὶ ἐν συγκοπῇ ἀλιτρός. ἐκ τούτου δὲ κατά τινας καὶ ὁ ἀλιτήριος. Ἔχει δὲ καὶ ἑτέραν ἐτυμολογίαν ἐκεῖνο. Ὥσπερ δὲ ἀπὸ τοῦ ἤλιτον δευτέρου ἀορίστου ἀλιτός, ὅθεν ὡς εἴρηται ὁ ἀλιτρός, οὕτως ἀπὸ τοῦ ἀλείτω ἐνεστῶτος ἀλοιτός παρὰ Λυκόφρονι, τοῦ ῥηματικοῦ ˉε μεταπεσόντος εἰς ˉο, καθὰ καὶ ἐν τῷ λείπω λοιπός καὶ τοῖς ὁμοίοις. (ῃ. 362 ς.) Ὅτι ὀνειδίζει Ἀθηνᾶ, ὡς αὐτὴ μὲν ∆ιὸς χάριν τὸν υἱὸν μάλα πολλάκις τειρόμενον, φησί, «σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων». Ζεὺς δὲ οὔτι τῶν μέμνηται, ὡς πρὸς ἀντίχαριν δηλαδή. (ῃ. 364) Ἐκτίθεται δὲ καὶ σχῆμα ἱκετικὸν Ἡρακλέος, ὡς «ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς