245
παιδείας, μή ποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας." Ὡς μὴ πεισθέντες ἐκ τῆς ὁδοῦ τῆς εὐαγγελικῆς ἀπολώλασι σὺν αὐτοῖς, οἷς ἐποίμαινον, πρὸς τῷ μὴ φυλάττειν ὡς κύνες, τὰ τῶν λύκων ποιήσαντες, ὡς λέγεσθαι περὶ αὐτῶν· "Οἱ ἱερεῖς οὐκ εἶπον, Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με." Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Οἳ οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι. ∆ιὸ Σύμμαχος μέν φησιν· ὁραματισταὶ κοιμώμενοι, ἀγαπῶντες νυστάζειν. Ὁ δὲ Ἀκύλας· φανταζόμενοι κοιμώμενοι, ἀγαπῶντες νυστάξαι. Καὶ τοιοῦτοι μὲν ἦσαν πρὸς τοὺς ἐκτὸς, καθ' ὧν ἔδει διεγρηγορέναι καὶ νήφειν. Πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς, κατεσθίοντες τὰ ὑποκείμενα θρέμματα, καὶ τοῦτο λίαν ἀπλήστως. Παρεδίκαζον γὰρ διὰ δῶρα, καθάπερ ἔφη προλαβὼν προφήτης· κοινωνοὶ κλέπτων, ἀγαπῶντες δῶρα. Καὶ Ἀμβακοὺμ δὲ πρὸς τὸν Θεὸν ἀγανακτητικὰς εἰπὼν φωνὰς ἐπιφέρει· "Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐκ ἐξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον." Καὶ τοῦ δὲ καρποῦσθαι τὰς δεκάτας μόνον, ἐγίνοντο ἀποδεκατοῦντες τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ παρορῶντες τὴν κρίσιν, καὶ τὸ ἔλεος καὶ τὴν πίστιν, καθά φησιν ὁ Σωτήρ. Ταύτης ἕνεκα τῆς αἰτίας πάντες φησὶ ταῖς ὁδοῖς αὐτῶν ἠκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ. Καὶ οὐ καθ' ἕνα μόνον ἦσαν τοιοῦτοι, ἀλλὰ καὶ κατὰ τὸ αὐτὸ συνέδρια ποιούμενοι πονηρὰ, οἷα τὰ κατὰ Χριστοῦ, καὶ τῶν ἀποστόλων. Ταῖς γὰρ ὁδοῖς αὐτῶν ἀκολουθοῦντες φιλήδονοι μᾶλλον ἦσαν, ἢ φιλόθεοι. ΚΕΦΑΛ. ΝΖʹ. αιδʹ. 9Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος. Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Ἦρται ἐκ τοῦ μέσου. Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνησ9, κ.τ.λ. ∆ι' ὅπερ εὐθὺς αὐτῶν τὰ κατὰ Χριστοῦ καὶ τῶν 2573 δικαίων ἐπιφέρει τολμήματα λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. Καὶ πῶς γὰρ ἤμελλον ἰδεῖν οἱ τυφλοί; ἦ γὰρ ἂν ἑώρων αὐτὸν, τὴν κατ' αὐτῶν οἰκονομίαν νοήσαντες, καὶ οὐκ ἂν ἐκ τῶν ἐναντίων ἔλεγον· "∆ήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν;" ∆ίκαιος δὲ ἦν, ὡς οὐκ εἰδὼς ἁμαρτίαν· οὐ μετέχοντες καὶ οἱ μαθηταὶ χρηματίζουσι δίκαιοι, οὓς καὶ αὐτοὺς ἀπέκτειναν τὸν εὐαγγελικὸν αὐτοῖς πρεσβεύοντας λόγον. Ἀπέκτειναν γοῦν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ Στέφανον, τὸ τῆς ἀσεβείας οὐκ ἐννοούμενοι μέγεθος· ὅπερ ἐστὶ τὸ, μὴ ἐκδέχεσθαι τῇ καρδίᾳ. Ἦρται δὲ καὶ ἐκ προσώπου ἀδικίας ὁ δίκαιος· τοῦτ' ἔστιν, οἱ ἄδικοι κατηγωνίσαντο τοὺς δικαίους. Ὁμοῦ δὲ καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου δεδήλωκε. ∆ιὰ μὲν τῆς ταφῆς, τὸν θάνατον· διὰ δὲ τοῦ ἦρθαι ταύτην ἐκ μέσου, τὴν ἀνάστασιν. Ἀφανὴς γὰρ γέγονε μὴ μείναντος ἐν αὐτῇ τοῦ ταφέντος, ὡς καὶ τὸν ἄγγελον λέγειν· ∆εῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο. Πῶς δὲ γέγονεν ἡ ταφὴ αὐτοῦ ἐν εἰρήνῃ, ἢ ὅτι σιωπῶν, καὶ μηδὲν ἀντιλέγων ἀνῄρηται; ἢ ὅτι οὐκ ἐπεδικάσατο αὐτοῦ ὁ ἄρχων τοῦ κόσμου τούτου, μηδὲν εὑρὼν ἐν αὐτῷ; ἢ ὥς φασιν, ἐπειδὴ πάντες οἱ καθηγηταὶ τῶν Ἰουδαίων, μετὰ τῶν ὑπηκόων, ἀπέκτειναν αὐτὸν ὁμονοίᾳ χρησάμενοι, μηδενὸς ἀντιλέγοντος. Ἐκ πολλῆς δὲ φιλοθεΐας λοιπὸν ὁ προφήτης αὐτοῖς ἐπιφέρεται, οἷς οὐκ ἤρκεσε τῶν προφητῶν τὸ αἷμα, πρὸς αὐτὸ δὲ τῆς μιαιφονίας ἀνέδραμον τὸ κεφάλαιον. ∆εινὸν μὲν γὰρ ὅτι καὶ πάλαι τοὺς προφήτας ἐσυκοφάντουν. Πλὴν ἀλλ' ἦσαν ἄνθρωποι τάξιν οἰκετικὴν περιφέροντες. Τί δ' ἂν εἴποις, φησὶν, ὅτι κατ' αὐτοῦ τοῦ πάντων ∆εσπότου τὰς γλώσσας ἐκίνησαν; Σαμαρείτην γὰρ ἔλεγον, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον, καὶ δαιμονᾷν. Καὶ τέλος Πιλάτῳ προσαγαγόντες ἔφασκον· "Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι." Τοιγαροῦν δι' Ἡσαΐου φησὶν ὁ Σωτήρ· "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς. Αὐτοὶ δὲ