246
κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." Καίτοι γὰρ εἰδότες ὅτι αὐτὸς ὁ κληρονόμος ἐστὶν, ἔλεγον· "∆εῦτε, ἀποκτείνωμεν αὐτόν." Καὶ διὰ τοῦ ψαλμοῦ δέ φησιν· "Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με." Τέκνα δὲ καλεῖ ἀπωλείας, ὡς μὴ δεξαμένους τὸν σώζοντα· καὶ σπέρμα ἄνομον· "Περὶ ἐμοῦ γάρ φησι γέγραφε Μωσῆς·" ὥστε καὶ τὸν νόμον παρέβησαν. Φησὶ δὲ αὐτοὺς καὶ σπέρμα μοιχῶν καὶ πόρνης μοιχούς φησι, καλῶν ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οἱονεὶ γὰρ ἐμοιχῶντο τὴν Συναγωγὴν, 2576 ἐντάλματα ἴδια, οὐ τὰ ἐκ νόμου διδάσκοντες. Ὧν ἡ Συναγωγὴ δεχομένη τὰ σπέρματα, δικαίως ἐχρημάτισε πόρνη. Κυριοκτόνους δὲ αὐτοὺς ἀποφήνας, δείκνυσιν ἐκ παλαιοῦ νοσοῦντας αὐτοὺς τὸ μισόθεον. Ὑμεῖς γὰρ οἱ καὶ πάλαι παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, καὶ ταῦτα τοῦ νόμου διδάξαντος· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Καὶ οὐκ ἤρκει μόνοις ἀσεβεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐδίδασκον. Ἔσῃ τοίνυν μερὶς ἀλωπέκων, δηλονότι δαιμόνων οἷς περ ἐλάτρευσας, οἷς τὸ σκότος ἡτοίμασται τὸ ἐξώτερον· ἡ ἄρα τὴν σφαγὴν τῶν τέκνων φησὶν εἰς αὐτοὺς περι[ελεύσ]εσθαι, πολεμίων αὐτὴν ἐπαγόντων. Φησὶ δὲ, ὅτι καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου, τὰ ἀντὶ φυλακτηρίου λέγων ἀγάλματα, μνημόσυνα τῆς εἰδωλολατρείας ὑπάρχοντα, πρὸς τὸ μεμνῆσθαι τούτων διὰ παντὸς παρεστηκότων ἢ ταῖς θύραις ἐγγεγλυμμένων. Ὤου γὰρ ἐμοῦ ταῦτα τυγχάνειν ὠφελιμώτερα. Πῶς γὰρ ἂν καὶ γένοιτο τὸ κακὸν αἱρετὸν μὴ φαινομένῳ χρωσθὲν ἀγαθῷ; Τὸ δὲ, ἐπ' ὄρος ὑψηλὸν ἐκεῖ σου ἡ κοίτη, ἐπειδὴ τοῖς εἰδώλοις ἐνυπνίων ἕνεκα παρεκάθευδον. Ταῦτα μὲν ὡς πρὸς τοὺς εἰρημένους σκοποὺς τυφλοὺς καὶ τοὺς κύνας τοὺς ἐνεούς. Τὰ δὲ ἑξῆς ὡς πρὸς αὐτὴν Ἱερουσαλὴμ, καὶ τὴν τῶν Ἰουδαίων ἐπιφέρει συναγωγὴν, Ἠγάπησας λέγων τοὺς κοιμωμένους μετὰ σοῦ. Κατὰ δὲ τοὺς λοιποὺς, ἠγάπησας τὴν κοίτην αὐτῶν, τῶν σκοπῶν δηλονότι τῶν εἰρημένων, μεθ' ὧν πάσης πορνείας ἐπλήρους ὁδὸν, εἰδωλολατρείας, νεκυομαντείας, οἰωνισμῶν, καὶ τῶν ὅσα τοιαῦτα, ὧν γινομένων, πολλοὺς ἐποίησας ἀπὸ σοῦ· φεύγοντες γὰρ οἱ προφῆται καὶ οἱ θεοσεβεῖς τὴν Ἱερουσαλὴμ ἔλεγον· "Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη." Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὡς δεισιδαίμονα τὴν Ἱερουσαλὴμ Βαβυλῶνα καλέσαντες. Ἤγουν φησὶν, ἐπλήθυνε παρ' ἑαυτῇ Θεοὺς τοὺς μακρὰν ἀπ' αὐτῆς, περιεργαζομένη τὰ τῶν ὁμόρων σεβάσματα. Ὃ δηλοῖ καὶ τὸ, ἀπέστελλες πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Καὶ ἐπλήθυνες τὰ μυρέψιά σου. Ἀπέστειλας ὅμηρά σου ἕως μακράν. Ὡς πρὸς ἑταίραν δὲ καλλωπιζομένην ὁ λόγος ἐφ' ἡδονῇ τῶν αὐτῇ προσιόντων. Ὅθεν φησὶν ἐταπεινώθης ἕως ᾄδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας. Μὴ μείνασα γὰρ ὑψηλὴ παρὰ Θεῷ, τεταπείνωται. ∆ιό περ ἔλεγεν· "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." Τίς δὲ τῆς ταπεινότητος ὁ τρόπος; ἡ πολυοδία. Οὐ γὰρ μίαν ὥδευες τὴν βασιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας, ἀπ' ἄλλων εἰς ἄλλους ἀεὶ θεοὺς μεταβαίνουσα. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἐκτόπων οἶδεν ἀκολουθεῖν ἡδονῶν, πλούτου, καὶ ἀσελγείας, καὶ κενῆς δόξης παρενοχλούντων. ∆ιό φησιν Ἱερεμίας· "Ἐν ἐπιθυμίᾳ ψυχῆς αὐτοῦἐπνευματοφορεῖτο." Ὅπερ παθοῦσα ψυχὴ δυσανάκλη 2577 τος. Ὅθεν ἐπάγει· "Παρεδόθη, τίς ἀποστρέψει αὐτήν;" Καὶ Ἱερουσαλὴμ δὲ φησὶν, ἐντόνως ἐπικειμένη τοῖς κακοῖς οὐκ ἐπαύετο. Πρὸς ἣν λέγει· Οὐ κατεδεήθης μου. Ἢ κατὰ τὸν Ἀκύλαν, οὐκ ἐλιτάνευσας, ὥς τε τυχεῖν ἀφέσεως. Τὸ μὲν γὰρ ἐξ ἀρχῆς μὴ παθεῖν σωφρονούσης. Τὸ δὲ καὶ ἐπιμεῖναι λίαν ἀπεγνωσμένης. Πρὸς ὃ λέλεκται· "Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;" μετανοοῦντας γὰρ ἕτοιμος δέχεσθαι δι' ἑνὸς εἰπὼν τῶν προφητῶν· "Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν." Οἱ δὲ ὡς ἀδυνατοῦντος σῶσαι Θεοῦ, προσδοκωμένων Βαβυλωνίων, τὴν εἰδωλολατρείαν ἐπέτειναν. ∆ιό φησι· Τίνα φοβηθεῖσα ἐψεύσω με; τί γὰρ πρὸς θείαν δύναμιν ἄνθρωπος ὢν ὁ Βαβυλώνιος