247
ἴσχυεν; γέγραπται γὰρ περὶ Θεοῦ· "Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες." Καὶ Ἡσαΐας δέ φησιν· "Οὐχὶ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίαλος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν; τίνι ὡμοιώσατε Κύριον;" ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ τίνα φοβηθεῖσα ἐψεύσω με, ∆ιέμεινες δέ φησιν, ἐξ αἰῶνος ἄφοβος καὶ ἄνευ λαβῆς· δεικνὺς ὡς, εἰ καί ποτε θεοσεβεῖν ἔδοξας ἐπαγγέλλεσθαι, καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, Οὐδὲ γὰρ πρὸ τούτους ἔλαβές με πρὸς μνήμην, καὶ δὲ νῦν τοιαύτη παρέμεινας. ∆ιὰ τοῦτο καταλείψω σε ἔρημον, καὶ λοιπὸν ἔκδικος ὀργή σε καταλήψεται, τὰ σὰ κακὰ διελέγχουσα. Καὶ τίς σε τότε τῶν σῶν ἐξελεῖται θεῶν; καὶ ἀλλαχοῦ δέ φησιν· "Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν ἐροῦσι, φησὶν, Ἀνάστα, σῶσον ἡμᾶς." Ἀντὶ δὲ τοῦ, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· Σύμμαχος ἐξελέσθωσάν σε, φησὶν, αἱ συναγωγαί σου· σαφῶς διδάσκων ἀνωφελεῖς εἶναι τὰς αὐτῶν συναγωγάς· εἰ μὴ ἄρα τῶν συνηγμένων αὐτοῖς εἰδώλων οὕτω τὸ πλῆθος ἐκάλεσεν. Τούτους δὲ, φησὶν, ἄνεμος λήψεται, ἢ τοὺς θεοὺς, ἢ τοὺς κατηγορηθέντας λέγων. Καὶ δι' Ἰεζεκιὴλ γάρ φησι πρὸς τὴν τούτων Συναγωγήν· "Καθὼς ἐποίησας, οὕτως ἔσται σοι." Καὶ Ἡσαΐας δέ φησιν· "Οὐαὶ τῷ ἀνόμῳ· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Καὶ νῦν δέ φησιν ὡς παριδοῦσά με παροραθήσῃ, ἀντὶ τῶν σῶν κακῶν παθοῦσα δικαίως. Καὶ ταῦτα μὲν τούτοις. Οἱ δὲ τὴν καλὴν ἐπιλεξάμενοι μερίδα, τὸν Θεὸν, τὴν πρέπουσαν ἕξουσιν ἀμοιβήν. Κτήσονται γὰρ τὴν ἐπηγγελμένην τοῖς πραέσι γῆν, καὶ ὄρος ἅγιον, τὴν ἐπουράνιον πόλιν· οἳ καὶ ἑτέρων φανοῦνται διδάσκαλοι, παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ, καθαρὰς ποιουμένους καὶ λείας διδασκαλίας σκολιὸν ἐχούσας μηδέν. Οὐ φροντίζει γὰρ μόνης τῆς ἑαυτοῦ σωτηρίας ὁ κατορθώσας παρὰ Θεῷ, προστάττει δὲ καὶ τὴν τῆς θεοσεβείας ἐξομαλίζειν ὁδὸν, καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀνα 2580 γνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὑτῶν ἑρμηνείας. Πρέποι δ' ἂν εἰρῆσθαι ταῦτα περὶ τοῦ τῶν ἀποστόλων χοροῦ, οἳ τὸ ἅγιον ἐκληρονόμησαν ὄρος. Περὶ οὗ φησι καὶ ∆αβίδ· "Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου·" καὶ τὰ ἐπὶ τούτῳ. Οἳ τῆς εἰς Χριστὸν ἀγάπης σφοδρῶς ἀντεχόμενοι ἔλεγον, "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" οἷς ῥηθήσεται, φησὶν, τὸ, "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ." Τίνα δὲ τρόπον Ἄρατε σκῶλα, φησίν; τοῦτ' ἔστι τὴν λείαν ὁδὸν, τὴν διὰ πίστεως ὑποδείξατε αἰρομένων ἐκ μέσου τῶν νομικῶν ἐνταλμάτων, ἅπερ ἦν δυσκατόρθωτα. Τοιοῦτόν ἐστι καὶ τὸ, "Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους διὰ τῆς ὁδοῦ ῥίψατε." Τοῦτ' ἔστι δυσχερείας ἀπαλλάξατε τὴν ὁδόν. Ἄλλοι δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν· Μετὰ τὴν τῶν προλεχθέντων ἐπαγγελίαν, ὑποδείκνυσι πῶς βιοῦντες αὐτῶν ἐπιτεύξονται. Μεθ' ἃ παραμυθεῖται τοὺς προσηλύτους· εἶτα τοὺς εὐνούχους κατάραν οἰομένους τὸ μὴ σπέρμα ἐν τῷ εὐλογημένῳ γένει κεκτῆσθαι, μηδὲ κληρονομίαν δύνασθαι λαβεῖν ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Ἀναγκαίως δὲ ταῦτα συνεβούλευε τοῖς μέλλουσιν ὑπὸ τὴν ἀπόφασιν κεῖσθαι τὴν ῥηθεῖσαν πρὸς Ἐζεκίαν, ὡς ἐκ τοῦ γένους αὐτοῦ ποιήσουσι σπάδοντας· ᾗπερ ὑποπεσὼν ∆ανιὴλ, καὶ οἱ τρεῖς παῖδες, παραμυθίας διὰ τούτων ἐτύγχανον, ὡς μὴ ἀνονήτως τοῦ Θεοῦ μετιόντες τὰς ἐντολάς. Τοὺς οὖν τοιούτους μετὰ τῶν εὐσεβούντων ἀλλογενῶν ἐπισυνάξειν φησί. Τοῖς δὲ ἄλλοις ἀπειθοῦσι προλέγει τὰ συμβησόμενα παρὰ Χαλδαίων δίκην θηρίων ἐμπηδώντων αὐτοῖς. Τὸ δὲ αἴτιον, ὅτι ἑκόντες ἐμωράνθησαν, τοὺς κύνας τοὺς λυττῶντας μιμησάμενοι, τοὺς μὴ δεσπότας γνωρίζοντας, μή τε τοὺς τρέφοντας, μήθ' ὑλακτεῖν δυναμένους· ὃ δὴ πεπόνθασιν. Ἀκούοντες γὰρ, ὡς ἐν ὕπνῳ, καὶ κοίταις, τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, προσεποιοῦντο νυσταγμὸν, ἀφέντες τὰ παρὰ τοῦ Θεοῦ μετ' ἀποδείξεως τῶν ἐν ποσὶ προλεγόμενα, τοῦ μὲν ἡλίου ἀναποδίσαντος, τῶν δὲ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἀνῃρημένων. Πρὸς ἃ τυφλώττοντες, τῶν κακῶν οὐκ ἐλάμβανον κόρον· ἀλλὰ καὶ τὰς περιστάσεις ὁρῶντες, αἳ τοῖς δικαίοις συμβαίνουσι,