248
καὶ τοὺς ἐπαγομένους βίᾳ θανάτους, διεβέβληντο πρὸς τὴν ἀρετὴν ὡς μηδὲν ὠφελοῦσαν. Ὅθεν τὰ παρ' αὐτῶν προτάξας τῶν λεγόντων ἀπολωλέναι τὸν δίκαιον, ἐπάγει μεμφόμενος ὅτι τὰς μὲν σωματικὰς αὐτῶν ἀπωλείας ὁρῶσι, τὸ δὲ πρὸς ὄνησιν αὐτοῖς εἶναι τὸ συσταλῆναι τὸν χρόνον, καὶ πόνων αὐτοὺς ἐπ' ἐλπίσιν ἀγαθαῖς ἀπαλλάττεσθαι σκοπεῖν οὐκ ἐθέλουσιν ἀπλῶς τοῦ δικαίου κατατρέχοντες βίου. Εἶτα διελέγχει τὰς 2581 ἀσεβείας αὐτῶν, τὰς ἐν ὄρεσι, καὶ κατ' οἶκον ἐπὶ τῶν ἰδίων σταθμῶν βωμοὺς ἐγειρόντων, καὶ σύμβολα κρεμαννύντων οἰωνισμῶν. ∆ιόπερ εἰς αἰχμαλωσίαν παραδοθήσονται. Ἐν γὰρ αὐτοῖς τοῖς δεινοῖς πάντα μᾶλλον ἢ πρὸς ἐμὲ κατεφεύγετε, πρεσβείας περὶ συμμαχίας εἰς Αἴγυπτον ἀποστέλλοντες, καὶ πρὸς τὰ πόῤῥωθεν ἔθνη. Καὶ ἀντιλεγόντων ἐφ' ἑτέρους ἐτρέχετε. Καὶ κόπων καὶ ταλαιπωρίας κόρος οὐκ ἦν. Εἶτα τὰς συμφορὰς αὐτοῖς ἀπειλήσας, ἀνέσεως τυχεῖν τοὺς αὐτῷ προσκειμένους ἐπαγγέλλεται. Καὶ καταλαβόντες, φησὶ, τὸ ἅγιόν μου ὄρος συμβουλεύσουσι πᾶν εἴδωλον ἀρθῆναι. Καὶ πᾶν σκῶλον καθαρισθῆναι ἀπὸ τῶν ὁδῶν τοῦ Θεοῦ, πρὸς τὸ ἀνεμποδίστως ἐν ταῖς ὁδοῖς μου πορεύεσθαι. ιεκαʹ. 9Τάδε λέγει Κύριος ὁ ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ Κύριος ὕψιστος, ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν9, κ.τ.λ. Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς κύνας ἐνεοὺς καὶ τυφλοὺς, καὶ τὰ τοιαῦτα ἐκάλει, καὶ πρὸς τοὺς ὑπ' αὐτοὺς λαοὺς τὰ πρὸ τούτων εἰπὼν, νῦν πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς, καὶ μετανοοῦντας ἐφ' οἷς ἤμαρτον ποιεῖται τὸν λόγον, οὓς καὶ συντετριμμένους τὴν καρδίαν καλεῖ· ἦσαν γὰρ εἰ καὶ βραχεῖς ἐν αὐτοῖς ἀνακείμενοι τῷ Θεῷ προφῆταί τε, καὶ τούτων μαθηταὶ, ἑαυτούς τε καὶ τὸν λαὸν ἀποκλαίοντες, ὑστερούμενοι, θλιβόμενοι, καὶ τὰ ἐφεξῆς. Ὁ γὰρ Θεὸς, εἰ καὶ πάντων ἐστὶν ἐπέκεινα, οὐχ ὑπερορᾷ τοὺς ταπεινοὺς, ἀλλὰ καὶ δίδωσι χάριν αὐτοῖς, εἰς ὕψος ἐγείρων, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, κατὰ τό· "Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται," καὶ ὑψωθεὶς ἐνοικοῦντα λαμβάνει Θεόν. ∆ιὰ τοῦτο γὰρ καὶ νῦν αὐτοῖς διαλέγεται, ὡς ἂν ὑψώσῃ, καὶ ἐν ἁγίοις γεγονόσιν ἐπαναπαύηται. Οὐ τοπικὸν οὖν ἐπὶ Θεοῦ, σχετικὸν δὲ τὸ ὕψος, δι' ἧς τοῖς ἀξίοις καὶ αὐτῷ πάρεστιν. Ὁποῖος καὶ ὁ ταπεινόφρων ἐπὶ τοῖς ἡμαρτημένοις. Εἰ δὲ καὶ ἄνθρωποι ὄντες θλίβονται δι' εὐσέβειαν, καρτερικοὺς αὐτοὺς ἀπεργάζεται (μακρόθυμος γὰρ ὢν, μακροθύμους ποιεῖ)· ἀλλὰ καὶ ζωῆς ὑπάρχων πηγὴ, ζωὴν αἰώνιον δίδωσιν, ὁ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην οὐκ ἐξουδενῶν. Ὃς καί φησι πρὸς αὐτοὺς, ὡς Οὐ πάντων τῶν ὡς ἀνθρώποις ἡμαρτημένων λήψομαι δίκην· βραχέα δὲ παιδεύσας, καὶ συγκακουχεῖσθαι ταῖς ἁμαρτίαις παριδὼν τοῦ λαοῦ, τοὺς μὲν, ὡς ἀληθῶς ἀσεβεῖς, μὴ μετανοήσαντας αἰωνίῳ παραδώσω κολάσει· ὑμῖν δὲ τὴν ὀργὴν ὑπεκλύσω. Μέλει γὰρ ὡς ∆ημιουργῷ τοῦ δοθέντος 2584 ὑμῖν Πνεύματος παρ' ἐμοῦ, ὃ καὶ κτίζων ἄνθρωπον, εἰς ψυχὴν ἐνεφύσησα ζῶσαν, περὶ ἧς καὶ εἴρηται· "Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον." Καὶ Ἰὼβ δέ φησι· "Πνεῦμα Κυρίου τὸ περιόν μοι ἐν ῥισὶ, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με." Οὐκοῦν καὶ παιδεύων ὑμᾶς, ὡς Πατὴρ, τοῦτο ποιῶ· "Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει." Τοῦτο δὲ παθόντες, εὐαισθήτως ἄγαν τὴν κατὰ Θεὸν λύπην ἐλυπήθητε ἐπὶ τοῖς ἡμαρτημένοις στυγνάσαντες. Καὶ τὸν ἐκ τῆς μετανοίας βίον ἰδὼν, εἰκότως ἰασάμην ὑμᾶς ἀληθῶς παρακαλέσας. Ἀληθῆ γὰρ τὰ παρ' ἐμοῦ. καὶ δοὺς εἰρήνην, οὐχ ἁπλῶς, ἀλλ' ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ τῶν πόῤῥω λίαν ἀπῳκισμένων. Καὶ τοῦτο πέρας τοῖς ἐκ τῆς ἐμῆς παιδείας ὠφελημένοις. Οἱ δὲ δὴ τοιοῦτοι, κλυδωνισθήσονται. Πῶς γὰρ ἔχει φύσιν, ἀναπαύεσθαι καὶ χαίρειν τοὺς ἀλλοτριωθέντας Θεοῦ; κατὰ δὲ Σύμμαχον· Οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη. Ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς, καὶ καταπάτημα, καὶ πηλός. Ὁ δὲ Ἀκύλας· Καὶ ἐκβράσσει ὕδατα αὐτῆς καταπάτημα καὶ πηλόν. Ὥστε εἰ λέγοι τό ποτε, ὡς περὶ