249
θαλάσσης Αἰγύπτου, ἢ περὶ ὑδάτων τινῶν, τὸ πλῆθος τῶν ἀσεβῶν ἐκδεξόμεθα. Τινὲς δὲ τὴν προκειμένην ῥῆσιν περὶ παντὸς Ἰσραὴλ εἰρῆσθαί φασιν, οὗ τὸ κατάλειμμα σώσειν κατεπαγγέλλεται διὰ πίστεως τῆς ἐν Χριστῷ. Τὸ δὲ, ὁ κατοικῶν ἐν ὑψηλοῖς, τὸ τῆς κατὰ φύσιν ὑπεροχῆς ἀμείωτον δείκνυσιν (ὑπὲρ πάντα γὰρ ἡ θεία φύσις), ὅπερ ἐστὶ διαμένουσα, εἰ καὶ Ἰσραὴλ αὐτὴν ἐταπείνωσε, παραβαλὼν τοῖς εἰδώλοις αὐτήν. Ὥσπερ οὖν ἐμόλυνε ταῖς ἀκαθάρτοις ἐννοίαις τὸν ἅγιον, καὶ τοῖς διὰ πίστεως καθαρθεῖσιν ἀναπαυόμενον· οὓς ἂν ἴδῃ μικροψυχοῦντας, φησίν· Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, ζωήν τε δίδωσιν ἀληθῆ τοῖς πτωχοῖς τῷ πνεύματι, καὶ πειθαρχοῦσι τῷ λόγῳ· "Ὁ γὰρ λοιπὸς Ἰσραὴλ κατεπῄρετο τοῦ Χριστοῦ. Πλὴν καὶ τούτου εὐέλπιδας ἀπεργάζεται διὰ τὸ κατάλειμμα, καὶ τὴν ἐπ' ἐσχάτων αὐτῶν σωτηρίαν. Οὐκ εἰς τέλος γὰρ παρατενῶ τὴν ὀργὴν, διὰ τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν, καὶ ὅτι πάντες ἐμὰ τυγχάνετε κτίσματα. Ἐξέλευσιν γὰρ πνεύματος οὐ τοῦ παναγίου φησίν. Πῶς γὰρ ἂν ποίησιν παρείληφεν ἐπ' αὐτοῦ; καταχρηστικῇ δὲ λέξει τὸ δημιουργηθὲν ἐν ἡμῖν ὑπαινίττεται. Τινὲς δὲ ἀντὶ τοῦ ἐξελεύσεται, ἐνειληθήσεται τὸ ῥητὸν παραθέμενοι, τὴν πνοὴν δηλοῦν φασι τὴν συμπλεκομένην τῷ σώματι, εἰ καὶ μὴ ὁμοούσιος αὐτῷ, πεμπομένη δὲ ἄνωθεν, καθά φησι Μωσῆς. Μικρὰν δὲ τὴν τιμωρίαν πρὸς τὰς αὐτῶν ἁμαρτίας καλεῖ, καὶ ἣν κατὰ Χριστοῦ παροινίαν εἰργάσαντο, δι' ἣν αὐτοὺς ἀπεστράφη προειπών· "Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. 2585 Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις." Παύσω δὲ τὴν ἀποστροφὴν, ὅταν μετανοήσας πορεύσῃ στυγνός. Τεύξῃ γὰρ ἀληθινῆς παρακλήσεως, τῆς Χριστοῦ χάριτος δικαιούσης ἐν πίστει, καὶ πληρούσης ἁγιασμοῦ· Υἱοθεσίας τε γὰρ καὶ τῶν μελλόντων ἀγαθῶν μεταδίδωσι, καὶ εἰρήνης ἐπ' εἰρήνῃ. Τοῦτ' ἔστιν .....εκουσην δώσει .... ἐγγὺς Ἰσραήλ· ἦσαν γὰρ ἐγνωκότες ..... τὸν νο...μῳ καὶ προφήταις ᾠδὴ ..... καὶ τοῖς μακρὰν ἐθνικοῖς, ὅτι γε τούτων ἐστέρηνται. Τούτοις γὰρ καὶ Παῦλός φησι· "Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Πλὴν ὁ Χριστὸς ἀμφότερα ἐποίησεν ἓν, τοὺς δύο κτίσας λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας εἰρηνεύσατο τῷ Πατέρι," πρὸς ὃν ἔλεγε· "Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν." Καὶ τὸ κεφάλαιον ὁ προφήτης ἐπήνεγκεν εἰπών· Ἰάσομαι αὐτούς. Οἱ δ' ἐκ τούτων ἀπειθοῦντες κλυδωνισθήσονται· κἀν τῷ καιρῷ γὰρ τῆς κλήσεως τινὲς αὐτῶν ἀπειθήσουσι, περὶ ὧν ὁ Παῦλός φησιν· "Ἀνθ' ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης." Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·" δηλαδὴ τὸν τῆς ἀνομίας υἱόν· οἵτινες ψυχικὸν ὑπομένουσι κλύδωνα δίκην θαλάσσης ὑφ' ἑαυτῶν τιμωρούμενοι, τῆς ἐγειρούσης μὲν κύματα συνεχῆ, καὶ παραπεμπούσης αἰγιαλοῖς, τὴν δὲ τούτων ἀνάκλασιν πάλιν εἰς ἑαυτὴν δεχομένης, ὥσπερ οὗτοι τοῖς ἀπὸ καρδίας κυμαίνοντες λογισμοῖς ἀναπαύλης τυχεῖν οὐ δυνήσονται. ∆ιὸ καὶ χαίρειν οὐ δύνανται τῆς ὄντως χαρᾶς ἐστερημένοι Χριστοῦ. Κἂν γὰρ χαίρωσιν ἐφ' ἡδοναῖς σαρκικαῖς ἀσεβεῖς, ἀλλ' εἰς ἀπώλειαν καταστρέφουσιν. Ἡ γὰρ ἐκ θλίψεων ζωὴν αἰώνιον πραγματευομένη μόνη χαρά. Ἱστέον δὲ, ὡς τὴν εἰρημένην ἴασίν τε εἰρήνην, καὶ παῦλαν ὀργῆς, περὶ τῆς ἐξ Ἀσσυρίων ἀνακλήσεώς τινες ἐξειλήφασιν, οἳ καὶ τὸ, τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, οὕτως ἐνόησαν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς οὐ μόνοις τοῖς μετανοοῦσι δίδωσιν ἄνεσιν· ἀλλὰ γὰρ δι' αὐτοὺς καὶ τοῖς ἐν αἰχμαλωσίᾳ τυγχάνουσιν, ἑνὶ πάντας συναγαγὼν συνθήματι, κἂν οἱ μὲν διὰ μετανοίας ἐγγίζοιεν, οἱ δὲ τοῖς κακοῖς ἐπιμένοντες μακρύνοιντο τοῦ Θεοῦ, οἷς ἀρκεῖ πρὸς τιμωρίαν τὸ συνειδὸς διὰ παντὸς ταραττόμενον. 2587 ΚΕΦΑΛ. ΝΗʹ. ακαʹ. 9Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα