250
αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼσ9, κ. τ.λ. Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ, μεταβαίνει λοιπὸν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, περὶ ὧν ἔλεγεν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, διδάσκων τίνες τε οὗτοι, καὶ ἀνθ' ὅτου κατ' αὐτῶν ἀπεφήνατο. Ἀφόβως οὖν, καὶ σὺν παῤῥησίᾳ ταῦτα βοᾷν τῷ προφήτῃ παρακελεύεται. Τοῦτο γάρ ἐστι τὸ ὑψῶσαι τὴν φωνὴν, ὡς ἀπὸ σάλπιγγος τοὺς ἐλέγχους προφέροντα. Κατὰ καιρὸν δὲ ὡς ἐπὶ Θεοῦ πολεμίων ἡ σάλπιγξ παρείληπται. Τοῖς μὲν οὖν εὐαγγελισταῖς διὰ τῶν πρόσθεν ἐλέγετο· "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν," καὶ τὰ ἑπόμενα. Ἐνταῦθα δὲ οὐκ ἐπ' ὄρος ἀναβαίνειν ὁ προφήτης κελεύεται (οὐ γὰρ τοῖς οὖσιν ἐν ὕψει λέγειν ἤμελλεν) ἄγαν δὲ μόνον βοᾷν, ὡς εἰς ὦτα κωφῶν, οὓς καὶ, Λαόν μου, φησὶν, εἰς κατάκρισιν αὐτῶν. Ἐγὼ μὲν γὰρ αὐτοὺς περιεποιησάμην· οἱ δὲ ἀπέφυγον. Αἱ γὰρ ἁμαρτίαι ὑμῶν, φησὶ, διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ πλέον ταῖς ἁμαρτίαις ὑμῶν ἐπειράθητε· ὁ δὲ ἔλεγχος, ὅτι δοκοῦσίν με καθ' ἡμέραν ἐπιζητεῖν ἐπὶ τὰς παρ' αὐτοῖς ἀπαντῶντες Συναγωγάς. Καὶ τὰς Γραφὰς προσποιοῦνται ζητεῖν, τὰς ὁδούς μου μανθάνειν πειρώμενοι, ὡς δὴ τὰ λοιπὰ κατορθώσαντες. Καὶ ταῦτα δὴ τῷ δοκεῖν ἐποίουν, διὰ τὸν ἐπικείμενον πόλεμον ἐθέλοντες γνῶναι τὰς ἐφ' ἑκάστῳ πράγματι διοικήσεις, καὶ τί τοῦ πολέμου τὸ πέρας. Καὶ οὕτω γὰρ τὰς ὁδοὺς νοητέον, ὅπερ ἦν ἀνδρῶν ἐννόμως πολιτευσαμένων. Οὐδεὶς γὰρ ὁδοὺς Θεοῦ γνώσεται μὴ δίκαιος ὤν. Ἐξ αὐτῶν δὲ τῶν πράξεων ἐλέγχονται τὴν τοῦ Θεοῦ καταλείψαντες κρίσιν ἐν ἀσεβείᾳ καὶ πλημμελήμασιν. Καὶ ὅμως ἐξ ἀναισθησίας ἐπιδικάζονται τῶν ἐμῶν ἀγαθῶν, ὥσπερ ἀμοιβὴν ἀρετῆς πολέμου νίκην αἰτούμενοι· καὶ ἀδικίας με γράφονται, ὡς εὐσεβοῦντας αὐτοὺς ἀπωθούμενον. Ἐνηστεύσαμεν γὰρ, φησὶ, καὶ οὐκ εἶδες. Τῶν γὰρ πολεμίων ἐπικειμένων διὰ σωματικῆς ᾤοντο νηστείας ἐξευμενίζεσθαι τὸν Θεὸν, βρωμάτων, οὐ κακίας ψυχικῆς ἀπεχόμενοι. Καὶ τὴν τοιαύτην νηστείαν ψυχῆς καλοῦντες ταπείνωσιν. Τοῦτο τοίνυν, ὦ προφῆτα, φησὶν ἔλεγχον, ὃ καὶ προβάλλονται, ἐξ ἑνὸς τούτου τὸν λοιπὸν αὐτῶν ἀποδείξας τρόπον. Τὸ δὲ, οὐκ εἶδες, οὐκ ἄγνοιαν Θεοῦ, ἀλλ' ἀπότευξιν αὐτομάτων δηλοῖ. Μέγα δ' ἂν ἔπραττον, εἰ ἀληθῶς ταῦτα μετήρχοντο. Καὶ ∆αβὶδ γάρ φησιν· "Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσ 2589 ευχή μου εἰς κόλπον μου, ἐπιστραφήσεται." Καὶ πάλιν· "Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας." Φησὶ δὲ καὶ Θεός· "Ἐπιστράφητε πρός με ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ κοπετῷ." Ὅπερ ἐστὶν, ἐν ἀποχῇ καὶ μετανοίᾳ τῶν ἡμαρτημένων· ὃ μὴ δρῶντες οὗτοι, βρωμάτων δὲ ἀπεχόμενοι, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὡς Θεῷ χαριούμενοι, εἰ μὴ πλείονος αὐτῶν τροφῆς ποιοῖτο φροντίδα. Οὐ μόνον γὰρ κακῶν οὐκ ἀπείχοντο νηστεύοντες, ἀλλὰ τότε καὶ τὰ μέγιστα διεπράττοντο, τύπτοντες τοὺς ὑποχειρίους οὔτι που πάντως χερσὶν, ἀλλ' ὕβρεσι, καὶ πλεονεξίαις, ἀντιλογίαις πρὸς ἀλλήλους κατατριβόμενοι, ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ καὶ κραυγὰς ἀπρεπεῖς τοὺς ὑπ' αὐτῶν τυπτομένους. ∆ιὸ καὶ κατ' ἀρχὰς ἔλεγεν· "Τὴν νηστείαν καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν μισεῖ ἡ ψυχή μου." Καὶ νῦν δέ φησιν· Οὐχὶ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν. Καὶ τὸν μὲν πορευθέντα στυγμὸν ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ τὴν τοῦ Πνεύματος συντριβὴν ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν ἔχοντα εἶπεν ἰάσεσθαι· τὸν δὲ τὴν ἐφήμερον ἐν νηστείᾳ ταπείνωσιν σχηματιζόμενον οὐ προσίεται. Τινὲς δέ φασιν ὡς ποιοῦντες αὐτῶν τὰ θελήματα ὑπένυττον καὶ τοὺς ὑποχειρίου αὐτῶν εἰς κρίσεις καὶ μάχας, δέον βραβεύειν εἰρήνην. Τὸ δὲ, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, ὡς τῆς ἀληθοῦς νηστείας κραυγὴν ἐχούσης παρὰ Θεῷ· ἔχειν γάρ τινα λέγεται φωνὴν πρὸς Θεὸν τὰ δρώμενα παρ' ἡμῶν. Κατὰ τό· "Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με." Εἰ μὴ ἄρα κραυγὴν τὴν μετὰ τῆς ἀνωφελοῦς νηστείας