251
καλεῖ προσευχήν. Κἂν πάντα δὲ πόνον ὑπομείνης σωματικὸν ἄνευ τῆς κατὰ γνώμην μεταβολῆς, οὐδ' οὕτω τἀληθῆ λέγειν ἐθέλων, νηστείαν ταῦτα καλέσεις δεκτήν. Ἡ γὰρ ἀληθὴς νηστεία τὸν μὲν σωματικὸν πόνον ἐν κρυπτῷ ποιεῖ, κατὰ δὲ τὸ φανερὸν φαιδρὸν ποιοῦσα τὸ πρόσωπον, καὶ τὴν κεφαλὴν ὑπαλείφουσα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Καρποὺς δὲ εὐλαβείας ὁρᾷν τοῖς πᾶσι παρέχεται, διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας. Ὡς ἀγνοοῦντας γὰρ καὶ τὸν τρόπον τῆς ἀληθοῦς νηστείας ἐδίδαξε. Κατὰ τό· "Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι, ἐν τῇ ἀληθείᾳ σου." Συνδέσμου δὲ ἀδικίας λύσις πλεονεξίας ἀπαλλαγῇ, καὶ τὸ μὴ τοὺς ἀσθενεστέρους πλοκαῖς αἰτιαμάτων καταδεσμεῖν. Καὶ τὰ ἐξ ἀδικίας δὲ συστάντα διάλυε συναλλάγματα διεστραμμένῃ γνώμῃ γενόμενα, ἄφεσιν διδοὺς τοῖς ἐκ τούτων, ἢ τοῦ συνδέσμου τῆς ἀδικίας συντετριμμένοις, οὓς καὶ τεθραυσμένους καλεῖ. Καὶ γραμματεῖα δὲ διάῤῥηξον μὴ δικαίως γενόμενα. ∆εῖ δὲ πρῶτον ἀποστῆναι κακῶν, καὶ τότε μετιέναι τὴν ἀρετήν. Εἰπὼν οὖν τὸ πρῶτον, ἐπιφέρει τὸ δεύτερον τὸ δὲ, Θρύψον πεινῶντι τὸν ἄρτον σου, καὶ τὰ μετὰ τοῦτο, δηλῶν ὡς ὃν ἂν 2592 ἐφάγομεν μὴ νηστεύσαντες ἄρτον, διανέμειν ὀφείλομεν. Οὐ γὰρ δεῖ πρόφασιν αἰσχροκερδείας τὴν ἀσιτίαν ποιήσασθαι. Τὴν δὲ ψυχὴν ἑτέρῳ τραφησόμεθα τρόπῳ τὸν ἐνδεᾶ τροφῆς ἀνακτώμενοι. Καὶ εἰς τὸν οἶκον δὲ χρὴ μὴ πλουσίους καλεῖν διὰ τῶν ὁμοίων ἀποδιδόντας τὴν ἀμοιβήν· ἀλλ' ἄνδρας μηδὲ στέγης ἐσχηκότας ὑποδρομήν. Μηδὲ γυμνὸν δὲ παραδράμῃς. Ὁ τῶν ὅλων γὰρ Θεὸς τοὺς μὲν ἐνδεεῖς, τοὺς δὲ πλουσίους ἐποίησεν, εἰς δοκιμὴν ἑκατέρων. Ἵν' οἱ μὲν ἔχοιεν καρπὸν χορηγοῦντες, οἱ δὲ τὴν πενίαν γυμνάσιον. Οἰκείους δὲ σπέρματος Ἰουδαϊκῶς μὲν τοὺς ἐξ Ἰσραὴλ καλεῖ, Χριστιανικῶς δὲ τοὺς οἰκείους τῆς πίστεως. Τοῦτο γὰρ καὶ Παῦλος, παρακελεύεται. Ταῦτα δεῖ μάλιστα τῷ καιρῷ τῆς νηστείας ποιοῦντα τότε προσιέναι, καὶ δεῖσθαι Θεοῦ, συμφώνως τῷ· "Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κακεῖ μνησθῇς ὅτι ὁ ἀδελφὸς ἔχει τι κατὰ σοῦ," καὶ τὰ ἑξῆς. Ταῦτα δὲ φυλάξαντι, καθάπερ ἐκ νυκτὸς ἀθρόον ἡμέρας ἐπιλάμψει σοι φῶς ἀγαθά σοι φέρον οὐράνια, καὶ φῶς γνώσεως ὑπάρχον ἀστραπῆς δίκην σὺν ὁρμῇ καὶ δρόμῳ σοι καθιέμενον, δι' οὗ δείκνυται τοῦ χορηγοῦντος ἡ προθυμία. ∆ιὸ καὶ πρώϊμον εἶπεν, ὡσανεὶ τοῦ Θεοῦ διὰ φιλανθρωπίαν καὶ τὸν καιρὸν προλαμβάνοντος, καὶ τῶν ἐν ψυχῇ νοσημάτων ἀπηλλαγμένων, ἀνατελεῖ τὰ χρηστότερα. Ὃ δηλοῖ τὸ Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Τοῦτ' ἔστι, Μεταλαβὼν τοῦ θείου φωτὸς, γενήσῃ φῶς ἑτέροις· Φανεῖται γὰρ ἡ δι' ἔργων ἀρετή σου τοῖς ἄλλοις ἐκλάμπουσα, κατὰ τό· "Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων," καὶ τὰ ἐπὶ τούτῳ. Καὶ στεφανωθήσῃ δόξῃ Θεοῦ ἐνώπιον αὐτοῦ καὶ ἀνθρώπων, πρὸς τοῖς τῶν ἔργων καρποῖς ἐκ περιουσίας τοῦτο λαβών. Ἕξεις πρὸς τούτῳ καὶ τὸ θεῖον οὖς εὐπειθές. Ἔτι σου γὰρ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι. Καὶ τοῦ μὲν ἀδίκου καὶ ἀνηλεοῦς μάταιον εἶπε τὴν ἐν νηστείᾳ κραυγήν· τοῦ δὲ δικαίου τὴν βοὴν ἀκουσθήσεσθαι, τὴν ἐκτενῆ δηλῶν ἔντευξιν, κατὰ τὸ, "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." ἧς βοῆς ἐνεργὸς καὶ ἡ νηστεία. Προσηύχοντο γὰρ μετὰ νηστείας οἱ ἅγιοι. Οὕτω ∆ανιὴλ, οὕτως οἱ ἀπόστολοι. Τὸ δὲ, Ἰδοὺ πάρειμι, καὶ τῷ ∆ανιὴλ ἐδηλώθη μετὰ τὰς τρεῖς ἑβδομάδας τῷ νηστείαν μαθόντι, ὡς ἐξ ἀρχῆς ἠκούσθησαν οἱ λόγοι αὐτοῦ. Ταῦτα δέ σοι ἔσται σύνδεσμον ἁμαρτιῶν, ὥσπερ κλοιὸν, ἀποῤῥίψαντι. Κατὰ γὰρ τὸν Ἀπόστολον εἰπόντα, τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ τὸ ἀσφαλές· καὶ ὁ προφήτης ταυτολογεῖ. 2593 Ἀφέλῃς δὲ, φησὶ, καὶ τὰς ἀδίκους χειροτονίας καὶ προβολάς· ἤγουν τὸ τείνειν τὴν χεῖρα πρὸς ἄδικα λήμματα· ἤγουν τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Κατὰ τὸ ἐν Ψαλμοῖς· "Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ὅπερ πραότητός ἐστιν ἀλλότριον." Τινὲς δὲ οὕτως· Ὁ βουλόμενος τὴν ἀγαθὴν μετιέναι νηστείαν, δίκαιος ἔστω· καὶ ὥσπερ τινὰ, χειροτονίαν, ἢ λειτουργίαν ἀγαθὴν ἐκτελῶν ἀγογγύστως ταύτην διανυέτω, ὡς μὴ λειπόμενος τῶν ἀναγκαίων,