252
ἡνίκα χορηγῇ τῷ πλησίον· ἤγουν ἡδονῶν ἐπιθυμία, μὴ τῆς ἐπιπόνου κατὰ Θεὸν πολιτείας καταβοῶν, ὥσπερ ἐγόγγυζεν ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ κατὰ Θεοῦ, καὶ δίκην ἔτισαν ὑπ' ὄφεων ἀπολλύμενοι. ∆ιὸ καὶ Παῦλος· "Μηδὲ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο." Τὸ δὲ ὑπερβάλλον φῶς τῷ φεύγοντι ταῦτα, καὶ τἀναντία ποιοῦντι δηλῶν, μεσημβρίᾳ τοῦτο παρείκασεν. Καὶ τὸ μέγιστον, καὶ χορηγὸν παντὸς ἀγαθοῦ, τὸ Θεὸν εἶναι διὰ παντὸς μετ' αὐτοῦ. Τινὲς δὲ τὸ τῆς χειροτονίας ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον ἐκτείνοντα δάκτυλον, καὶ λαλοῦντα ἀνωφελὲς, ἐπήγαγον· Λαῷ γὰρ σωτήριον ἡ τῶν πονηρῶν ἀνθρώπων ἀφαίρεσις. Σύνδεσμός εἰσιν οὐκ ἐῶντες εὐοδεῖν τὸ κοινόν. Εἶτα ψυχῆς τροφὴν ἐπαγγέλλεται μέχρι λιπασμοῦ τῶν ταύτης ὀστῶν, οὕτω τῶν ψυχικῶν λεγομένων δυνάμεων. Αὗται γὰρ ὑπὸ τῶν πνευματικῶν χαρισμάτων πιαίνονται. "Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ," οὗ τύπος τὸ μάννα. Καθ' ἑαυτὸ γὰρ πῶς ἂν ἄρτος ἀγγέλων, ἢ καὶ ἄρτος οὐρανοῦ νοηθήσεται; Ἧς δὴ τροφῆς ἐκπεσόντος Ἰσραὴλ, τὰ ἔθνη μετέλαβε διὰ πίστεως. ∆ιό φησιν· "Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται· ὑμεῖς δὲ διψήσετε." Ἐσχημάτισται δὲ ὁ περὶ τῶν ὀστῶν λόγος ἀπὸ τῶν τρυφᾷν εἰωθότων σωματικῶς. Ἔσται δέ σοι, φησὶ, καὶ πηγὴ ὕδατος ζῶντος, καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου Πνεύματος φυτείαις καρποφορῶν. Καὶ ἡ Ἐκκλησία δὲ κῆπος γέγονε Χριστοῦ λέγουσα· "Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Ἦν δὲ καὶ πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Ὡς γὰρ ἀπὸ πηγῆς ἀενάου τὰς διδασκαλίας προφέρουσιν οἱ θεῖοι μυσταγωγοί. "Τοῦ γὰρ πιστεύοντος, φησὶ, ποταμοὶ ἐκ τῆς κοιλίας ῥεύσουσιν ὕδατος ζωῆς." Καὶ πρὸς τὴν Σαμαρεῖτιν τὰ ὅμοια. Καὶ τὰ ὀστᾶ δέ σου, φησὶν, ὡς βοτάνη, ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. ∆ι' ὧν ἔοικε δηλοῦν τὴν ἀνάστασιν τῶν σωμάτων, ἀνισταμένων οἷά τις πόα, νεκρὰ μὲν ἐν χειμῶνι, ἀναθήλασα δὲ πάλιν ἐν ἔαρι. Πῶς δὲ ἀνίσταται; τῇ ζωοποιῷ δηλονότι 2596 χάριτι πιαινόμενα. Ὡς γὰρ ∆αβίδ φησιν· "Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς·" τοῦτ' ἔστιν τῶν ἐπὶ γῆς, ὅτε καὶ γενεὰς γενεῶν ἐν ἀπεράντῳ κληρονομοῦμεν ζωῆς θανάτου πάντη καὶ φθορᾶς ἀνῃρημένων. Εἴρηνται δὲ καὶ ὀστᾶ αἱ ψυχικαὶ δυνάμεις, ὡς τό· "Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων." Οὐ γὰρ τὰ τοῦ σώματος ὀστᾶ, τὰς δὲ τῆς ψυχῆς δυνάμεις συνθραύει, πρὸς τὸ μηδὲν εἰς ἀρετὴν κατορθοῦν. "Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ." Οἱ δὲ, πρὸς ἀνθρώπων ἐπαίνους κεχήνασιν, οὐ δόξαν Θεοῦ. Τοιοῦτον καὶ τό· "Ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν." Σιγήσαντος γάρ μου ἀπὸ τοῦ δόξαν ἄγειν καὶ προσεύχεσθαι, καὶ πεσόντος εἰς ἀνθρωπίνην μικροψυχίαν, ἐπαλαιώθη τὰ ὀστᾶ μου. Τοῦτ' ἔστιν ἐσαθρώθησαν αἱ δυνάμεις αἱ ψυχικαί. Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἐσθ' ὅτε παραλυθεῖσαι βραχὺ, πάλιν ὡς βοτάνη ἀνατελοῦσι παρακλήσει πνευματικῇ, καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενησόμεθα. Καὶ τὰ πάλαι δὲ τῆς ψυχῇς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ, διὰ μαθημάτων καὶ λόγων θείων ἀναπληρούμενα. Σαυτὸν γὰρ οἰκοδομήσεις διδασκαλίαις ἐνθέοις ἐπὶ τὸ δέον ἀεί σου συναρμόττων τοὺς λογισμούς. Περιφράξεις δέ σου καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν Χριστῷ καθάπερ τείχει περιφρουρούμενος. Ὡς ἐπὶ πόλεως γὰρ ἐρήμου καὶ ἀτειχίστου ποιεῖται τὸν λόγον. Ἁρμόττει δὲ καὶ πρὸς τὴν ἑκάστου ψυχὴν καὶ πρὸς τὸν λαὸν πάντα, ὀστῶν νοουμένων τῶν ἐν αὐτῷ δυνατῶν, καὶ τὸ σῶμα πᾶν ἀνεχόντων, ἐφ' οὗ λέγοιντο ἔρημοι αἰώνιοι, τὰ ἐκ μακροῦ χρόνου δι' ἁμαρτίαν ἔρημα γεγονότα. Θεμέλια δὲ αὐτοῦ κατὰ τὴν ἀποστολικὴν νοήσεις γραφὴν λέγουσαν. "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Κληθήσῃ δὲ καὶ οἰκοδόμος φραγμῶν. Κατὰ δὲ τὸν Σύμμαχον, κληθήσῃ τειχίζων διακοπήν. Καὶ ταῦτα δὲ Παῦλος ὁ θεῖος