253
διασαφεῖ λέγων· "Ὡς σοφῶς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ τὰ ἐκκλησιαστικὰ δόγματα περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσιν, ἵνα μὴ καθάπερ ἔρημον κῆπον οἱ θέλοντες διοδεύοιεν. Τοῦτο γὰρ καὶ ῥᾳθυμοῦσα πάσχει ψυχὴ παντὸς ἐναντίου διοδεύοντος αὐτὴν λογισμοῦ τε καὶ δαίμονος, ἕως ἑαυτὴν τῷ φόβῳ τοῦ Θεοῦ περιφράξειεν. Ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ σαφηνείας, οὗτος ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Βούλεται δὲ μετὰ τῶν εἰρημένων φυλάττεσθαι καὶ τὰ Σάββατα, ὡς μὴ μέθαις καὶ κρεπάλαις σχολά 2597 ζειν, ἁγιασμῷ δὲ καὶ καθαρότητι, καὶ διὰ τούτων ἁγιάζεσθαι τὴν ἡμέραν διὰ τῆς κατὰ Θεὸν σχολῆς τρυφερὰν γινομένην καὶ ἄλυπον. Καὶ δεῖ μὴ μέχρι τοῦ κινῆσαι πόδα, ἢ μολῦναι τὰ χείλη, πρὸς ἑτέροις γίνεσθαι πράγμασι τῇ θείᾳ Γραφῇ προσανέχοντας. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦ νόμου τὴν σκιὰν παρωθούμενος, περιτομὴν πνευματικὴν καὶ Σαββατισμὸν ὑποτίθεται λέγων· "Ἀλλὰ περιτομὴ καρδίας οὐ γράμματι, ἀλλὰ πνεύματι." Καὶ πάλιν· "Ἄρα ἀπολείπεται Σαββατισμὸς τῷ λαῷ τοῦ Κυρίου." Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σαββατισμὸς ἄρα κατὰ Θεὸν τὸ παύσασθαι τῶν ἰδίων ἔργων καὶ θελημάτων. Ὃ καὶ ἡ παροῦσα προφητεία φησί. Λέγει δὲ καὶ Παῦλος· "Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου." Κατὰ τοῦτον οὖν ἐστι τὰ θελήματα, πρὸς ἃ ἐπιῤῥεπῶς ἔχοντες, περικόπτειν ὀφείλομεν. Οὕτω γὰρ ἐπιτελέσομεν Σάββατα τρυφερὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης σκληρᾶς καὶ ἀντιτεινούσης Θεῷ, κατὰ τὸ, "Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ." Οὕτως ἔλεγε τῷ Ἰσραὴλ ὁ Θεός· "Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν." Βούλεται δὲ νῦν ἡμᾶς γλώττης καὶ θυμοῦ περιγίνεσθαι· "Εἴτις γὰρ ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα." Καὶ πάλιν·" Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων." Καὶ, "Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται." Τοιούτους εἶναι τοὺς σαββατίζοντας βούλεται, καὶ τοὺς νηστείαν καλοῦντας δεκτήν. Οὕτω γὰρ ἔσῃ, φησὶ, πεποιθὼς, οὐκ ἐπὶ σαθρῷ τινι καὶ προσκαίρῳ πράγματι, ἀλλ' ἐπὶ τῷ πάντων Θεῷ παῤῥῶν εἰς τὸν ἐπίλοιπον βίον, ὡς ἔχων ἀψευδεῖς αὐτοῦ τὰς ἐπαγγελίας, ἐν αἷς ἔστι καὶ τὸ ἐπί τινα γῆν ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἀναβιβασθῆναι τευξόμενον ἐκείνων· "Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη," καὶ ἀπολαύσοντα τῆς ἐπηγγελμένης, τοῖς πατράσι τροφῆς πνευματικῆς ἐν τῇ ἄνω κειμένης πόλει, περὶ ἧς ὁ Παῦλός φησιν· "Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν." Καὶ εἰ μὲν ἐκείνην ἐζήτουν ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ' ἔστιν ἐπουρανίου. Ὅτι δὲ πάντως ἔσται ταῦτα, Θεὸς, φησὶν, ἐστὶν ὁ φθεγξάμενος. Ἀλλὰ πῶς ὡς μήπω τὴν γῆν τῆς ἐπαγγελίας λαχόντων, εἰς ἣν αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναυὴ, νῦν δίδωσιν ἐπαγγελίαν εἰσάξειν αὐτούς; ∆ῆλον οὖν ὡς περὶ τῆς τῶν πραέων φησίν. Τινὲς δὲ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἄνοδόν φασιν αὐτοῖς ἐπαγγέλλεσθαι. Οἳ καὶ τὰ ἀνωτέρω σωματικῶς ἐξηγήσαντο περὶ τοῦ πιανθῆναι τὰ ὀστᾶ, καὶ παραβάλλεσθαι κήπῳ πολυύδρῳ, καὶ πηγῇ μὴ ὑστερουμένῃ ὕδατος. Καὶ ὅτι τὰ ἔρημα τῆς πόλεως ἀνοικοδομηθήσεται, καὶ ἐπιπολὺ ταῦτα 2600 στήσεται. Μένει δὲ καὶ ἀπόρθητος μηκέτι δίοδος ἐσομένη τῶν ἀλλοφύλων. Φρουρηθήσεται γὰρ ὑπὸ Θεοῦ, μεταβαλόντων ὑμῶν πρὸς ἀρετήν. Ἑκάστου γὰρ ἀνδρὸς φρουρὰ, τὸ ἐντυποῦσθαι παρὰ Θεῷ, καὶ φυλάττειν τὰ νόμιμα, καὶ τὰ Σάββατα, ἃ πλημμελοῦσιν οἱ μὴ φυλάττοντες. Οὗτοι γὰρ ἐξιόντες τῆς πόλεως, ὡς ἄδειαν λαβόντες τοῦ ἁμαρτάνειν, παραβαίνουσι· δέον τοὺς σαββατίζοντας πανταχοῦ τοῦτο ποιεῖν, καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΝΘʹ. αʹιηʹ. 9Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν