254
ἀπέστρεψε τὸ πρόσωπον ἀφ' ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαισ9, κ.τ.λ. ∆ιελόμενος τὰ πρακτέα, καὶ τοῖς κατορθοῦσιν ἐπαγγειλάμενος ἀγαθὰ, τοῖς δὲ μὴ πειθομένοις, τιμωρίας· νῦν, ὡς ἀπειθήσασι καὶ περιπεπτωκόσι διὰ τοῦτο κακοῖς, προσάγει τὸν ἔλεγχον. Καὶ ἐπειδὴ πολέμου περιστάντος ἔλεγον, Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες, ὁ προφήτης ἐκ πολλῆς αὐτοὺς διελέγχει φιλοθεΐας, δυνατὸν εἰς σωτηρίαν δεικνὺς τὸν Θεὸν, κεκωλύσθαι δὲ μέσοις παρεμπεπτωκόσι τοῖς αὐτῶν πλημμελήμασιν, ὡς μὴ συγχωρεῖν τὴν εἰς αὐτοὺς ἐπικουρίαν διέρχεσθαι. Οὔτε γὰρ ἀσθενής ἐστιν, οὔθ' ὥσπερ ἐκ γήρους, δυσήκοος. Κακοὺς δὲ σώζειν οὔτε δίκαιον, οὔτε τοῖς σωζομένοις λυσιτελές. ∆ιὰ δὲ τὸ τειχίζειν εἰρῆσθαι τὰς ἁμαρτίας, ὁ Σωτὴρ διὰ τῆς ἀφέσεως τούτων τὸ μεσότοιχον, τοῦ φραγμοῦ λῦσαι λέγεται. Ἀποστρέφει δὲ τὸ πρόσωπον ἀπὸ τῶν ἀμαρτιῶν, δυσειδεῖς ὥσπερ καὶ δυσώδεις οὐ φέρων ἰδεῖν. Ἐντεῦθεν δὲ δῆλον, ὅτι οὖς τὸ δίκαιον ἀκοῦον, ἄδικον δὲ μὴ, δικαιοσύνη Θεοῦ ἐστιν, οὐ σωματικὸν οὖς, αἰτιασάμενος δὲ καθόλου τὰς ἁμαρτίας, κατ' εἶδος αὐτὰς ἐπεξέρχεται, καὶ μιαιφονίαν αἰτιᾶται, καὶ καταλαλιὰν, οὐδαμοῦ δὲ νῦν εἰδωλολατρείαν. Ἀπέκτειναν γὰρ τοὺς προφήτας, καὶ τοὺς δικαίους ἐσυκοφάντησαν. Ἔφη γ' οὖν Ἱερεμίας· "Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με." Καὶ ὁ παρὼν δὲ προφήτης ἔφασκε· "Ἴδετε ὡς ὁ δίκαιος αἴρεται," καὶ τὰ ἐπὶ τούτῳ. Ἀφ' ὧν, ὡς ἐξ ἐλάττονος κακῶν μελέτης ἐπὶ τὸν φόνον τοῦ Σωτῆρος ἀνέδραμον, ὃν ἔοικε μάλιστα διὰ τῶν παρόντων ὁ προφήτης δηλοῦν. Εἰ γὰρ καὶ μὴν τὸ χεῖρες τοῦ Σωτῆρος, γεγόνασιν ἀλλ' οὖν αἴτιοι, καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς ἐβόων, καὶ ἐπὶ τὰ τέκνα αὐτῶν. Καὶ κακῶς δὲ λέγοντες οὐκ ἐπαύοντο ἀνασείειν τὰ πλήθη, καὶ δαιμονᾷν, καὶ Σαμαρείτην ἐκ πορνείας 2601 τε εἶναι, καὶ ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια καταιτιώμενοι. ∆ιό φησιν· Οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή· καὶ ἄλλως αὐτοὺς ὡς ψευδεῖς καὶ ἀδίκους κριτὰς καταιτιώμενος. Εἶτα, ἐπειδήπερ ἑαυτοὺς ἐξαπατῶντες ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες, ἐπιλέγει· Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά. ∆ιὸ Παῦλος ἀποτρέπει μὴ προσέχειν Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Ἦσαν δὲ καὶ ἄλλως μάταιοι, καὶ ἐλάλουν ἀλλήλοις κενά· "Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, κτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῦ τὴν κληρονομίαν." Οἵτινες ἐξ οἰκείων λογισμῶν κατ' αὐτοῦ βλασφήμους λόγους συῤῥάπτοντες, κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν, οὐκ εἰδότες λέγειν· "Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας·" τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι' ἑτέρου λέλεκται· "Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν," καὶ τὰ ἐπὶ τούτοις. Ἔθος δὲ τῇ Γραφῇ πόνον τὸν φθόνον καλεῖν. Πόνος γάρ ἐστι τοῖς αὐτὸν νοσοῦσιν, ἐκτήκων αὐτούς. Ὠδίνησαν οὖν τὸν κατὰ Χριστοῦ φθόνον, καὶ τὴν κατ' αὐτοῦ μιαιφονίαν ἀπέτεκον· ἐπεὶ καὶ ἐν συλλόγοις ἔλεγον· "Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;" Ὁ δὲ Καϊάφας, "Συμφέρει ἡμῖν, ἔφη, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται." Εἴη δ' ἂν τοιαῦτα καὶ ὅσα πονηρά τις ἐκ τῆς ἰδίας ἐρεύγεται καρδίας δόγματα. Οἱ δὲ τοιοῦτοι καὶ ὠὰ ἀσπίδων ἔῤῥηξαν, τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες. ∆ιὸ τοῖς τῆς κακίας αὐτῶν ἐκγόνοις ἐλέγετο· "Ὄφεις, γεννήματα ἐχιδνῶν." Ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε, διὰ τοῦ ἑρπυστικοῦ γένους παράδειγμα. Ἀσπίδες γὰρ καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ὠοτοκούντων ἐστίν. Ἐπειδὴ δὲ μετὰ τοσαύτην κακίαν, τὴν μελέτην καὶ διδασκαλίαν τῶν θείων Γραφῶν ἐπαγγελλόμενοι, πρὸς μυθώδεις γραολογίας ἐκπίπτουσι καὶ ἀνθρώπων ἐντάλματα, παρέβαλεν ἀράχνης ἱστῷ, τὸ σαθρὸν καὶ ἄτιμον τῆς αὐτῶν ἐκδοχῆς τε καὶ παραδόσεως. Μήποτε δὲ καὶ τὰς κατὰ Χριστοῦ συκοφαντίας οὕτω καλεῖ; δόλους γὰρ πλέκοντες, ᾤοντο μὲν τὴν ἀπὸ τῶν ἰδίων