ἔχοντε γράμματα», ἤγουν ἔχουσαι, αἱ δύο αἰδοί. καὶ ἡ τοῦ Σοφοκλέους δὲ Ἠλέκτρα ἐφ' ἑαυτῇ καὶ τῇ ἀδελφῇ λέγει «ἴδεσθε τώδε τὼ κασιγνήτω», ἤγουν ταύτας τὰς αὐταδέλφας, «τούτω χρὴ τιμᾶν, ὣ ψυχῆς ἀφειδήσαντε», ὅ ἐστι ταύτας, αἳ ψυχῆς ἀφειδήσασαι. Καὶ οὐ ταῦτα μόνον καινοτομοῦσιν Ἀττικοί, ἀλλὰ καὶ εὐθείας ἑνικὰς ἀρρενικὰς τῇ προφορᾷ ἐκθηλύνοντες ἡ κλυτός καὶ ἡ γενναῖός φασι, καὶ ἡ ἀδελφὸς δέ, ἧς δυϊκὸν παρὰ Σοφοκλεῖ τὼ ἀδελφώ. καὶ ἄρρενα δὲ ἄρθρα τοῖς θήλεσι προσαρμόζουσι τὼ γυναῖκε 2.617 λέγοντες καὶ τὼ χεῖρε καὶ τὼ θεώ, τουτέστι τὰς θεάς, τὴν ∆ήμητραν καὶ τὴν Κόρην. (ῃ. 458) Ὅτι γοργὰ πάρισα καὶ ἐνταῦθα τὸ «πλησίαι ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην», Ἥρα δηλαδὴ καὶ Ἀθηνᾶ. Λαλεῖ δὲ οὕτω πρὸς κάλλος ὁ ποιητής, ἁβρυνόμενος οἷς ἡ ὀργὴ αὕτη κατὰ τὸ αὐτῷ θελητὸν γίνεται. Ὅρα δὲ τὸ «πλησίαι» γενόμενον ἀπὸ τοῦ ὁ πλησίος ἀρσενικοῦ ὀνόματος, ἐξ οὗ καὶ τὸ πλησίον ἐπίρρημα, ὁμοίως τῷ ἐναντίος ἐναντίον. Χρῆσις δὲ τοῦ πλησία καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «παρούσης τῆσδε πλησίας ἐμοί», καὶ ἐν τῷ «πλησία τῷ νυμφίῳ». (ῃ. 459) Ὅτι ἐν τῷ «ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε», τρόπος ἐτυμολογίας ἐστί. τὸ γὰρ ἀκέων, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ταὐτόν ἐστι τῷ ἀκήν. Αὐτὸ δὲ γίνεται ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦ χαίνειν. τὸ δὲ μὴ χαίνειν ὅλως ταὐτόν ἐστι τῷ μηδέν τι εἰπεῖν. Καὶ ἄλλως δέ, εἰ χαίνειν ἐστὶ τὸ λέγειν κατά τινα παρακολούθησιν-∆ιὸ καὶ ὡς ἀπὸ τοῦ φῶ, τὸ λέγω, πρόφασις, οὕτω ἡ αὐτὴ καὶ ἀπὸ τοῦ χαίνω προχάνη κατὰ τοὺς τοῦ Σοφοκλέους Ὑπομνηματιστάς, [παρ' ᾧ κεῖται καὶ τὸ «ἀνοιμωκτὶ χανεῖν τὰ δεινά», ὅπερ ἐστὶ δεινοὺς λόγους πρὸς ὕβριν εἰπεῖν]-, εἴη ἂν καὶ ἀκέων καὶ ἀκήν τὸ ἐκ τοῦ μὴ χαίνειν γινόμενον, ταὐτὸν τῷ ἀφώνως, καὶ κατὰ Σοφοκλῆν εἰπεῖν, ἀλόγως, ὃ κεῖται ἐν τῷ δευτέρῳ Οἰδίποδι, ταὐτὸν ὂν τῷ ἀλαλήτως. Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων ἔστι λογίσασθαι, ὡς εἴη ἂν ταὐτόν τι τὸ προχαίνειν καὶ τὸ προφασίζεσθαι, ὧν τὸ μὲν ἐκ τοῦ κατάρχοντος, τὸ δ' ἐκ τοῦ ἐφεπομένου λέγεται. διὸ καὶ ἀχανὴς ἵστασθαί τις λέγεται ἀντὶ τοῦ ἄφωνος. [Εἰ δὲ καὶ προέχεσθαι τὸ προφασίζεσθαι λέγεται, ἀλλὰ τοῦτο τροπῆς ἐστιν. 2.618 Ὡς γὰρ ὁ μαχόμενος προΐσχεται εἴτ' οὖν προβάλλεται, τι ἑαυτοῦ ὅπλον πρόβλημα, οὕτω προὔχεται λόγον τινὰ ὡς οἷον βοηθητικὸν πρόβλημα ὁ προφασιζόμενος.] Σημείωσαι δὲ καὶ ὅτι πρὸ ὀλίγου ἐθυμομάχει μὲν Ἀθηνᾶ, ἡσύχαζε δὲ Ἥρα οἷα χαίρουσα οἷς ἐκείνη ἔλεγε κατὰ ∆ιός, ἐνταῦθα δὲ τῆς Ἀθηνᾶς σιγώσης ἐκρήγνυσιν αὕτη θυμόν. (ῃ. 460) Ὅρα δὲ καὶ οἷον ὁ φρόνιμος. Ἦν μὲν γὰρ Ἀθηνᾶ «σκυζομένη ∆ιῒ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει», οὐ τολμᾷ δὲ κατὰ πρόσωπον ἀντιλέγειν τῷ πατρὶ αἰδοῖ καὶ δέει αὐτοῦ, εἰ καὶ πρὸ τούτων ἀπόντα ἔσκωπτε. Τῆς δέ γε Ἥρας περιγίνεται ὁ συνήθης χόλος καὶ οἱ λόγοι τυραννήσαντες προέρχονται, φαῦλοι δορυφόροι θυμοῦ, δεσπότου κακοῦ. (ῃ. 4618) Φησὶ γὰρ «Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη» καὶ τὰ ἑξῆς, ὥσπερ καὶ ἡ Ἶρις πρὸ μικροῦ αἰνοτάτην εἶπε τὴν Ἀθηνᾶν. (ῃ. 459 ς.) Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ «ἀκέων ἦν» ἡρμήνευται διὰ τό «οὐδέ τι εἶπεν», οὕτω καὶ τὸ «σκυζομένη» διὰ τοῦ «χόλος δέ μιν ἄγριος ᾕρει». Σκύζεσθαι γὰρ τὸ χόλῳ αἱρεῖσθαι. Γίνεται δὲ ἴσως μὲν καὶ παρὰ τὸ κύων πλεονασμῷ τοῦ ˉσ, ἵνα ᾖ σκύζεσθαι τὸ κύνεόν τινα σχεῖν ἦθος ἢ κυνῶπα εἶναι. ὅθεν καὶ τὸ ἐπισκύνιον, ὡς ἀλλαχοῦ δηλοῦται. Μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς παρὰ τὸν Σκύθην, ὡς τῶν Σκυθῶν μάλιστα ἑτοίμων ὄντων χολᾶν. Καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ἐπιμένει ὁ ποιητής, θέμενος αὐτὴν καὶ μετ' ὀλίγα. Ἔνθα καὶ δοκεῖ συγκροτεῖν εἰς τὸ ἀπὸ τοῦ κυνὸς εἶναι τὸ σκύζεσθαι. Εἰπὼν γὰρ «οὐ σκυζομένης ἀλέγω», ἐπιφέρει εὐθὺς ὡς οἷον ἐτυμολογικῶς τὸ «ἐπεὶ οὐ σέο κύντερον ἄλλο». (ῃ. 460 ς.) Τὸ δὲ «χόλος ᾕρει, Ἥρῃ δ' οὐ κέχαδε χόλον στῆθος», οἵου σχήματός ἐστιν, εἴρηται καὶ ἐν τῷ «ἔδδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν». Τὸ δὲ «οὐ κέχαδε χόλον», ὡς ἐπὶ ἀγγείου εἴρηται. οἱονεὶ γάρ, φησί, πλεονάσας ὁ χόλος ἐξ ὑπερζέσεως ἀπήφρισεν ὕβρεις. Ἢ δὲ «κέχαδε» μετὰ τοῦ ˉκ, ἵνα ᾖ 2.619 μέσος παρακείμενος, ἀπὸ τοῦ χῶ χάζω, τὸ χωρῶ, ὡς φράζω πέφραδα,