255
ἐπιχειρημάτων πλουτῆσαι σκέπην, καὶ λυσιτελές τι θηρᾷν. Οὐδὲν δὲ ὥνησαν γυμνοὶ τῆς ἄνωθεν γενόμενοι σκέπης. Καὶ ὁ μέλλων, φησὶ, τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. Αὐτῶν λέγει, περὶ ὧν ἔφη τό· Ὠὰ ἀσπίδων ἔῤῥηξαν. Οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι, διαῤῥήξαντες τὰ τελεσφορηθέντα εἰς 2604 ἑαυτοὺς ὑπεδέξαντο. Οἱ δὲ ἀτελέστεροι, πρὶν τελεσφορηθῆναι τούτων ἐμφαγόντες ἀπόλλυνται. ∆ιὸ ἐξέδωκαν οἱ λοιποὶ, Ὁ ἐσθίων ἐκ τῶν ὠῶν αὐτῶν ἀποθανεῖται. Ὁ δὲ συνετὸς, καὶ ἀνατρέπειν ἐλέγχῳ ταῦτα δυνάμενος, τὸ ἐν αὐτοῖς ἐξεῦρεν ἀνεμιαῖον, καὶ οὔριον, καὶ δυσῶδες, καὶ τὸν ἐν αὐτοῖς ἐγκρυπτόμενον καὶ ἐκ μόνου φθοροποιὸν τοῦ βλέμματος βασιλίσκον. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ συνεστραμμένον ἀποῤῥαγὲν ἔσται ἀσπίς· κατὰ δὲ Θεοδοτίωνα· Τὸ θαλφθὲν ἐῤῥάγη ἀσπίς. Οὕτω τοῖς Ἰουδαίοις τὸ κατὰ Χριστοῦ μελετηθὲν, ἀνόνητον γέγονεν, ὡς τοῖς τοιοῦτο κλῶσιν ὠὸν, μᾶλλον δὲ καὶ παντὸς ὀλέθρου πρόξενον. Φασὶ δέ τινες ὡς τὸ ἐσθίειν ἀπὸ ὠῶν, ὧν τίκτουσιν οἱ ἁμαρτωλοὶ, τὸ πείθεσθαι λόγοις αὐτῶν· ὡς ὁ Ἄβελ τῷ λόγῳ Κάϊν, ἐξ οὗ θάνατος. Εἰς τοῦτο γὰρ τοὖργον ὁ λόγος αὐτῶν καταντᾷ· ὃ δηλοῖ, καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα. Εἰπὼν δὲ, Ἱστὸν ἐχίδνης ὑφαίνουσι, πλατύτερον τὸν περὶ τούτου λόγον ἐκτίθεται φάσκων· Οἵς τις αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον. Συνετίθεσαν γὰρ, ὡς εἴρηται, διδασκαλίας, ἐντάλματα ἀνθρώπων, τοῦ νόμου καταφρονήσαντες. ∆ιό φησιν, Οὐκ ἔσται εἰς ἱμάτιον. Τοῦτ' ἔστι, φασί τινες, Οὐκ οἴσει κόσμον αὐτοῖς ἃ πράττουσιν, ὡς οὐδὲ τῷ Ἀδὰμ ἤνεγκε κόσμον τοῦ σώματος τὸ ἄνευ Θεοῦ πραχθέν. Εἶτα ἑρμηνεύει τίς ὁ ἱστός. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. Ὅτι οἱ διὰ λόγων θείων πνευματικοῖς πνευματικὰ συγκρίνοντες, χιτῶνα θεῖον ὑφαίνουσιν. Οἱ δὲ εἰς ἄχρηστον ταῖς Ἰουδαϊκαῖς μυθολογίαις κατατρίβονται, συντιθέντες ἱστὸν ὥσπερ ἀράχνης ἐπὶ θήρᾳ τῶν ἁπλουστέρων. Κατὰ λεπτὸν δὲ διηγεῖται τὰ κατ' αὐτοὺς, τὸ δίκαιον ἐπιδεικνὺς τῆς τούτων ἀποβολῆς. Οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν· ἐπεὶ καὶ τὰ σωματικὰ μέλη κινήσεως ἐπιτηδειότητα λαμβάνει πρὸς ὃ συνεθίζεται. Ταχεινοὶ ἐκχέαι αἷμα ἀναίτιον. Οἱ λοιποὶ γὰρ οὕτως ἐξέδωκαν. Ἐντεῦθεν οὖν ἐπὶ τὸ ὄντως ἀναίτιον αἷμα προῆλθον. Ὡς Ἰούδας ἀπὸ τῆς αἰσχροκερδίας, ἐπὶ τὴν χειρίστην αἰσχροκερδίαν διὰ μελέτης προσήχθη. Καὶ ὁδὸν δὲ εἰρήνης οὐκ ἔγνωσαν. ∆ιὸ καὶ ὁ Σωτὴρ ἀπεκλαύσατο τὴν Ἱερουσαλὴμ εἰπών· "Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ, καὶ περιβαλοῦσίν σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν." Ἀλλ' οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία. Καὶ τὴν διὰ Μωσέως δὲ ∆αβὶδ οὕτως ἐκάλεσεν ἐντολήν· "Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Ἀλλὰ καὶ αἱ τρίβοι αὐτῶν διεστραμμέναι. ∆ιαστροφὴ γὰρ τοῦ ὀρθοῦ τὸ κακόν. Καὶ οὐκ οἴδασιν εἰρήνην. Οὐ γὰρ προσεδέξαντο τῆς εἰρήνης τὸν πρύτανιν, περὶ οὖ 2605 τὸ, "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν." Καὶ ὅς φησιν· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." ∆ιὰ ταῦτα δὲ πάντα φησίν· Ἀπέστη ἡ κρίσις αὐτῶν. Περὶ ἧς ἔλεγεν· "Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει." Αὐτὴ τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν, καὶ ἡ τούτοις δοθεῖσα δικαιοσύνη διὰ τῆς σωτηρίου χάριτος. Καὶ ἄλλως ἔσχεν ἡ ἀδικία χώραν κατ' αὐτῶν, ὥστε ἀπὸ ἀσεβῶν ἀθῆναι· οἷον, ὑπὸ Ἀσσυρίων. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος. Περὶ μόνην γὰρ τὴν λέξιν ἀσχολούμενοι τῆς Γραφῆς, ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾷν. ∆ιὸ λέξει ψηλαφήσουσιν, ὡς τυφλοὶ τοῖχον. Καὶ πάλιν· Πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ, καὶ ὡς ἀποθνήσκοντες. Κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς εὐαγγελικαῖς αὐγαῖς τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταλαμπομένης, ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες μόνοι πεπτώκασι, καὶ ὡς ἐν μεσονυκτίῳ διάγουσι. Τοιούτους τῶν εἰρημένων ἔργων ἐσχήκασι τοὺς καρπούς. Προσεδόκων μὲν γὰρ τὸν παρὰ Χριστοῦ φωτισμὸν, προφητῶν βοώντων· "Φωτίζου