256
φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν." Ἀλλ' οὐ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, ἑκόντες δὲ γεγόνασι τυφλοὶ καὶ τυφλῶν ὁδηγοὶ, καθά φησιν ὁ Σωτήρ. Οὐ γὰρ ὑπήκουσαν λέγοντι· "Ὡς τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." Τὸ δὲ, πορεύσονται ὡς ἄρκτος ἅμα καὶ περιστερά· οὐχ οἱ μὲν κατὰ ταύτην, οἱ δὲ κατ' ἐκείνην· οἱ αὐτοὶ δὲ κατ' ἄμφω. Οἱ γὰρ στεναγμοὶ αὐτῶν οὐκ ἐπὶ μετανοίᾳ ὧν ἐξέχεαν αἱμάτων εἵνεκα, τὴν αἰσθητὴν δὲ κλαίοντες Ἱερουσαλήμ. Εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. Καὶ ὡς εἴρηται πάλιν ἐν ἄλλοις, γεγόνασιν ὡς ἄρκτος ἀτεκνουμένη. Φασὶ γὰρ τὰς ἄρκτους δεινῶς φέρειν τὴν τῶν σκύμνων ἀποβολὴν, καὶ σὺν ὀδυρμῷ μαινομένας περινοστεῖν ἐπιπηδώσας τοῖς ἐντυγχάνουσιν. Ἄρκτος μὲν οὖν ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον, μιαιφονοῦντες τοὺς προφήτας. Ἢ τεκνωμένη δὲ, διὰ τὸ ἀγριώτερον, καὶ διὰ τὴν τῶν αὐτῶν ἀπώλειαν τέκνων. Αἱ δὲ περιστεραὶ γοερὰν ἀφιᾶσι φωνὴν συνεχέστατα, ὁποῖοι γεγόνασιν οὗτοι τὴν ἑαυτῶν ἀποδυρόμενοι πόλιν. Εἴρηται γὰρ, ὅτι ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί. Νοητέον δὲ καὶ οὕτως· Πορεύσονται ἐν ἀγριότητι νοῦ συνεζευγμένης ἀσυνεσίας. Φησὶ γάρ τις προφήτης· "Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν." Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης. Περὶ ὧν Ἱερεμίας φησίν· "Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως." 2608 Καὶ πάλιν· "Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;" ἢ ὡς ἄρκτος καὶ περιστερά· τοῦτ' ἔστι θρασεῖς κατὰ τῶν ἀσθενεστέρων, καὶ δειλοὶ πρὸς τοὺς ἰσχυροτέρους. Σύμμαχος δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Ὡς περιστερὰ μελέτῃ μελετήσομεν. Ὁ δὲ Ἀκύλας· Ὡς περιστεραὶφθογγῇ φθεγξόμεθα. Εἰσέτι γὰρ καὶ νῦν πειρῶνται μελετᾷν τὰς Γραφὰς, καὶ ἐκμανθάνειν, ψιλῇ φωνῇ περιᾴδοντες, ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς ἄναρθρον ἀποδιδούσης φωνήν. Καὶ τοῦτο δὲ τὸ ῥητὸν, καὶ τὰ ἑξῆς, ἀπὸ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέδωκαν οἱ λοιποί. Ἐπιφέρει γοῦν Σύμμαχος· ∆ιὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ' ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς δικαιοσύνη. Προσδοκήσωμεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, καὶ τὰ ἑξῆς. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὰ ἐπαγόμενα τῷ προσώπῳ τοῦ λαοῦ περιέθηκαν· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία. Ὡς ἂν τοῦ προφήτου διδάσκοντος αὐτοὺς ἐξομολογεῖσθαι τῷ Θεῷ τὰς ἑαυτῶν ἁμαρτίας, καὶ κατηγορεῖν ἑαυτῶν ἐπὶ μετανοίᾳ. Τινὲς δέ φασιν, ὡς ἐπειδὰν οἱ προφῆται μνησθῶσι τῆς ἀποβολῆς τοῦ λαοῦ τῆς μετὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, μέμνηνται χρησίμως καὶ τῆς ἐπ' ἐσχάτων ἀνακλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, διὸ καὶ νῦν μετανοούντων εἰσήγαγε πρόσωπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν, κρίσιν λεγόντων τὴν διὰ πίστεως δοθεῖσαν τοῖς ἔθνεσιν, ἣν προσδοκήσαντες οὐκ ἔσχον. Τὸ δὲ αἴτιον, Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία, φασίν. Οὐ γὰρ ἐδεξάμεθα τὸν διὰ πίστεως ἐξαλείφοντα ἁμαρτίας, ὃς αὐτοῖς ἔλεγεν· "Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Καὶ τὰ κατὰ Χριστοῦ τολμηθέντα δηλοῦντες, φασίν· Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα. Ὁ δὲ Σύμμαχος· Ἔγνωμεν, φησὶν, ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ Κυρίου. Οἱ δὲ Ἀκύλας ἀρνήσασθαι ἐν Κυρίῳ, τὴν ἄρνησιν αὐτῶν παριστάς· Ἀλλὰ καὶ ἀπέστημεν, φασὶν, ὄπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν συκοφαντίαν. Ὁρᾷς ὡς οὐδαμοῦ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλὰ συκοφαντίας, καὶ λόγους ψευδεῖς, καὶ τὰ τοιαῦτα. Ποτὲ μὲν τὰς θεοσημείας διαβάλλοντες ἔλεγον· "Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια." Ἀπὸ καρδίας τε αὐτῶν ἐρευγόμενοι ψευδῆ τε καὶ ἄδικα, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον καὶ οἰνοπότην ἐκάλουν, ἀνασείειν τε τοὺς ὄχλους ἔφασκον. ∆ιό φασιν· Ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν. Οὐ γὰρ αὐτὴ, φησὶν, ἡμᾶς κατέλιπεν, ἀλλ' ἡμεῖς αὐτὴν, οἱονεὶ νῶτα δόντες αὐτῇ. Αἱ δὲ φωναὶ ζητούντων εἰσὶν ἐλεηθῆναι παρὰ Χριστοῦ, καὶ συνεχῶς ὁμολογούντων τῆς ἀληθείας τὴν ἄρνησιν, καὶ τοὺς ψευδεῖς ἑαυτῶν λο 2609 γισμούς. Τὸν δὲ λόγον εἰς ἑαυτὸν ὁ