257
προφήτης πάλιν ἀναλαβὼν κατηγορεῖ, δεδαπανῆσθαι λέγων, καὶ παντελῶς ἐκλιπεῖν ἐν ταῖς ὁδοῖς αὐτῶν τὴν ἀλήθειαν. Ἐν δὲ ψεύδει (ταυτὸν δὲ εἰπεῖν, σκότῳ) περιπατοῦντες, πῶς ἂν εὐθείας ἔσχον ὁδοὺς, Χριστὸν τὸ φῶς ἀποστραφέντες, καὶ τὴν ἀλήθειαν; Καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις· τοῦτ' ἔστι δικαιοκρισία. Καὶ εἶδεν, καὶ οὐκ ἦν ἀνήρ· καὶ ἤδη γὰρ εἶπεν· "Ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Φιλάνθρωπος γὰρ ὢν ὅλῃ πόλει δι' ἕνα καὶ μόνον ἀνίησι τὰ ἐγκλήματα. ∆ιὰ γὰρ Ἱερεμίου φησί· "Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα· εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." Ὑπέσχετο δὲ καὶ Σοδόμοις ἀνεῖναι εἰ σχοῖεν πέντε δικαίους. Πενταπόλεως γὰρ οὔσης, καθ' ἑκάστην ἕνα ζητεῖ. Τὸν οὖν τοὺς ἄλλους σῶσαι δυνάμενον ἐκ δικαιοπραγίας, καὶ νῦν ἐκάλεσεν ἀντιλαμβανόμενον. Μηδένα δὲ τοιοῦτον εὑρὼν, ἠμύνατο, φησὶν, αὐτοὺς τῇ δυνάμει. Τοῦτο γὰρ τὸ, βραχίονι. Ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· ἢ κατὰ τοὺς λοιποὺς, ἐπεστηρίσατο. Οὐ γὰρ πάντας ἀπώλεσεν. Ἔσωσε γὰρ τὸ κατάλειμμα τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ἐπαγγελίαν τηρῶν. Ἐφ' οἷς αὐτῶν ἅλωσιν τὴν ἐσχάτην σημαίνων, ὥσπερ ὁπλιζόμενον τὸν Θεὸν κατ' αὐτῶν ὑποτίθεται, πρὸς ὃν εἴρηται· "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;" Τοιαῦτα δὲ παθόντων, οἱ λοιποὶ τῆς οἰκουμένης, φησὶ, φοβηθήσονται τὴν κατὰ τῶν ἀπειθησάντων βιαίαν ὀργὴν, ἀντὶ δὲ τοῦ, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, τινὲς ἐκθέμενοι, Καὶ ἔσωσεν αὐτῷ βραχίων αὐτοῦ, ἐπήγαγον· μηδεμίαν ἰσχὺν ἐχόντων αὐτῶν πρὸς τοὺς ἐχθροὺς διὰ τὰς ἁμαρτίας, ἐν ἰσχύϊ Θεοῦ ἡ νίκη καὶ ἡ σωτηρία παρέσται διὰ Χριστοῦ. Καὶ πάλιν· Ἀντὶ τοῦ, Καὶ τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο, καὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἐπεστηρίσατο, τὸ ῥητὸν εἰπόντες, ἐπήγαγον· Ἡ γὰρ ἐν Κυρίῳ δικαιοσύνη στήριγμα γίνεται τῆς κατὰ τῶν ἀσεβῶν δικαίας κρίσεως. Πρὸς τὴν πολεμικὴν δὲ τοῦ Θεοῦ παρασκευὴν ἔφασαν, ὡς ταύτην ὁ Ἀπόστολος ἡμᾶς τὴν ὅπλισιν ἐνδύσασθαι παραινεῖ. Ἐν Κυρίῳ οὖν τὸ ἀληθὲς τῆς δικαιοσύνης, ἧ ἐστι θώραξ τῆς ἐλπίδος. Ἥ ἐστι περικεφαλαία, ἐν ἡμῖν δὲ μίμησις. Ἕπεται δὲ, φασὶ, καὶ ἡ κριτικὴ οἷον ὅπλισις, κατὰ τῶν θλιβόντων Χριστὸν ἔν τε τῇ κατ' αὐτοῦ, καὶ τῇ κατὰ τῶν ἁγίων ἐπαναστάσει. Ταυτὰ δηλοῦται κἀν τῷ δευτέρῳ ψαλμῷ. Τινὲς δὲ τὴν ὅλην ἄνωθεν οὕτως ἐξηγήσαντο ῥῆσιν· Θεοῦ πολλάκις ἐπαγγειλαμένου βοηθεῖν τῷ λαῷ, καὶ τοὐναντίον αὐτοὺς αἰχμαλωσίᾳ παραδιδόντος, ὡς ἀσθενοῦντος κατεβόων Θεοῦ. ∆ι 2612 ελέγχων οὖν αὐτοὺς, αἰτίας τὰς αὐτῶν ἁμαρτίας φησὶ, δι' ἃς καὶ ἀνήκοος καὶ ἀδύναμος ἐνομίσθη. Σφάξοντες γὰρ τὰ τέκνα αὐτῶν ἡπατοσκοποῦντο, ὡς τὰς χεῖρας αὐτῶν μεμολύνθαι τῷ αἵματι, καὶ διὰ τῶν χειλῶν ἀσεβεῖν, ἀφ' ὦν ἑαυτοῖς, ὡς ἀπὸ σπερμάτων, πόνους ἐγέννησαν, ματαιοπονοῦντες ἐν αὐτοῖς. Ἃ γὰρ ἐπιθυμήματα συνελέξαντο, ὡς ὠὰ ἀσπίδων ἀτελεσφόρητα, καὶ ἀράχνης ἱστὸς, βλάπτοντα μᾶλλόν ἐστιν, ἤπερ ὠφελῆσαι δυνάμενα. Κἂν εἰς ἔργον δὲ προαχθεῖεν, οὐδὲν ἀπέοικε βασιλίσκου. ∆ι' οὗ, κατὰ ἀναγωγὴν, ληψόμεθα τὸν διάβολον τὸν τῶν κακῶν χορηγόν. Ἐκ δὲ τῶν κακῶν ἁπάντων ἱμάτιον ἐξύφηναν, ὃ μετὰ τὸν κοινὸν θάνατον οὐκ ἔσται σκέπη τῶν κακῶν αὐτῶν, μέχρι ταφῆς ἰσχυόντων κατὰ τὸ ἐν Ἰὼβ, τὸ, "Ἕως σοροῦ ἠγρύπνησα." Ἐκ δὲτῶν πονηρῶν λογισμῶν ταλαιπωροῦσιν, εἰρήνην οὐκ ἔχοντες. Ὡς γὰρ τὸ κριτικὸν ἀπολέσαντες, βασιλικὴν οὐκ ἦλθον ὁδὸν ἄνω κάτω πλανώμενοι. Οὕτω γὰρ τὴν πονηρίαν μετῄεσαν, ὡς φωτὸς ἐξ αὐτῆς ἀπολαύσοντες, ὃ γέγονε σκότος αὐτοῖς, δηλῶν δὴ τὴν ἐν τῷ παρόντι καὶ μέλλοντι καταληψομένην αὐτοὺς τιμωρίαν. Ὡς καὶ τὴν φωτεινοτάτην αὐτοῖς ἡμέραν σκότος γενέσθαι, ὡς στενάζειν αὐτοὺς μεγάλα ὡς ἄρκτον ἐπὶ τέκνοις, καὶ πυκνὰ ὡς περιστεράν. Εἶτά φησιν, Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· δηλῶν τοὺς τοῖς ἑαυτῶν ἁμαρτήμασιν ἐγχρονίσαντας, καὶ τῆς ἀντιλήψεως ἀποτυχόντας τῆς θείας. Κρίσιν δὲ λέγει, καθ' ἣν τὰ κρείττω πάντες ἑαυτοῖς ἐπιλέγονται. Ἢ ἀπολιπόντες ἀπώλοντο, ἐπελθόντων