βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
κατοικητήριον ἐξελέχθη τοῦ ἀφθάρτου φύσει καὶ αἰωνίου Θεοῦ, ἥτις γε πάν τως μικρὸν ὕστερον ἄφθαρτος καὶ θεοφώτιστος ἐν τῇ παλιγγενεσίᾳ γενήσεται καὶ δικαίων ἐνδιαίτημα κατὰ τὴν βροντόφωνον φωνὴν τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου ἐν τῇ Ἀποκαλύψει· "Ἱερουσαλὴμ,"ἡ ὄντως θεόδμητος, καὶ 604 θεοφρούρητος, καὶ θεοκόσμητος, καὶ θεοπόθητος· "Ἀγαπᾷ γὰρ Κύ ριος τὰς πύλας σου ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακὼβ," ἣν δὴ καὶ ὡς ἔνδοξον καὶ θεούπολιν σεμ νύνων φάσκει· "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ," καὶ καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πό λει τοῦ Θεοῦ Ἰακώβ, "ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα." 110.884 ̣16̣ Ταύτην δὴ τὴν ἁγίαν καὶ ἐπιθυμητὴν γῆν καὶ παγγέραστον καὶ πανεπέραστον, ἐξ ἧς ὁ πρῶτος ἄνθρωπος γέγονεν καὶ οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι ἀνεφύησαν, καὶ μέντοι καὶ αὐτὴ ἡ πάν των οὐρανίων καὶ ἐπιγείων κτισμάτων ὑπερτέρα ἡ ὑπεραγία Θεοτόκος ἐβλάστησε καὶ τὸν τούτου παντὸς Κύριον καὶ ∆εσπότην ἀπέτεκε, καὶ τῆς τοῦ κόσμου σωτηρίας γέγονε πρόξενος, καὶ τὸ θεῖον ὄρος Σιὼν ἀεὶ περιβόητον, τὴν ἱερὰν μητρόπολιν τοῦ βασιλέως τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, τὴν Ἱερουσαλὴμ κατέσχον οἱ ἄγαν πονηροὶ καὶ ἀκάθαρτοι Σαρακηνοί. Ἐπεὶ οὖν περικρατεῖς ἐγέ νοντο τῆς ἁγίας ἐκείνης, σφόδρα πλεονάσαντες ὑπερίσχυσαν, συγχωρήσαντος Θεοῦ διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ πάσας τὰς χώρας καὶ τὰς πόλεις κατεκράτησαν. Ὅτε δὴ καὶ ὁ βασι λεὺς Κώνστας, ὁ ἔγγονος Ἡρακλείου, συνῆψε μετ' αὐτῶν πόλεμον καὶ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο καθὼς προλέλεκται. ΣΛΖʹ. Βασιλεία Κωνσταντίνου τοῦ Πωγωνάτου. Μετὰ τὸν ῥηθέντα Κώνσταντα ἀναιρεθέντα ἐν Σικελίᾳ ἐβασίλευσε Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, ὃς μαθὼν τὴν τοῦ πατρὸς τελευτὴν, μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατέλαβε, καὶ χειρωσά μενος Νίζιζον τὸν βασιλεύσαντα καὶ τοῦ πατρὸς αὐτοῦ φονέας, πάντας ἀπέκτεινεν, ὡσαύτως καὶ Ἰουστινιανὸν 605 πατρίκιον, τὸν πατέρα τοῦ ἁγίου Γερμανοῦ τοῦ πατριάρχου, τὸν δὲ Γερμανὸν, τρα χύτατον ὄντα, εὐνούχισεν. ̣2 ̣ Οὗτος ἐκλήθη Πωγωνάτος, ὡς ἀγένειος ἀπελ θὼν ἐν τῇ τοῦ πατρὸς ἐκδικήσει, ἐπανῆλθε μετὰ πώγωνος ἐν τῇ πόλει. ̣3 ̣ Ἐβασίλευσεν ἅμα τοῖς ἀδελφοῖς, ἐπιβου λευθεὶς δὲ παρ' αὐτῶν καὶ κατισχύσας, πάντας ῥινοτμήτους ἐποίησεν, καὶ ἐξώρισεν Ἡράκλειον καὶ Τιβέριον, ὃς καὶ ἐβασίλευσεν ἔτη ιζʹ.
ΣΛΗʹ Περὶ τῆς αἱρέσεως τῶν Παυλικιανῶν. ∆εῖ δὲ καὶ περὶ τῆς αἱρέσεως τῶν Παυλικιανῶν μερικῶν διαλαβεῖν. Ἐπὶ τῶν χρόνων ̣156b Κών σταντος, τοῦ πατρὸς Κωνσταντίνου, τοῦ ἀναιρε θέντος ἐν Σικελίᾳ, ἀνεφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸν ἑαυτὸν ὀνομάσας. Ἔστι δὲ ἡ τοιαύτη αἵρεσις οὕτως. Παυλικιανοὶ, οἱ καὶ Μανιχαῖοι, μετωνομάσθησαν ἀντὶ Μανιχαίων Παυλικιανοὶ, ἀπὸ Παύλου τινὸς Σαμοσατέως, υἱοῦ γυναικὸς Μανι χαίας Καλλινίκης τοὔνομα, ἥτις δύο υἱοὺς ἔσχε, τοῦτον τὸν Παῦλον καὶ Ἰωάννην. Τούτους οὖν τὴν Μανιχαϊκὴν αἵρεσιν διδάξασα ἐκ τοῦ Σαμοσάτου εἰς Ἀρμενιακοὺς κήρυκας τῆς αἱρέσεως αὐτῆς ἀπέ 110.885 στειλεν, οἵτινες ἐλθόντες εἰς κώμην τινὰ τῆς Φα ναῤῥοίας, ἐκεῖσε τὴν αἵρεσιν αὐτῶν ἐγκατέ σπειραν. Ἔκτοτε οὖν ἡ κώμη μὲν ὠνομάσθη Ἐπίσπαρις, οἱ δὲ μαθηταὶ αὐτῶν Παυλικιανοὶ ἐκλήθησαν. 606 ̣2 ̣ Οὗτοι μετὰ χρόνους τινὰς τῆς διδαχῆς τοῦ Παύλου πολλοὺς ἑτέρους εἶχον διδασκάλους, Κωνσταντῖνον καλούμενον, ὅστις ἑαυτὸν Σιλουανὸν μετωνόμασε. Τοῦτον (οὖν) ἔχουσιν ἀρχηγὸν τῶν διδασκάλων αὐτῶν καὶ οὐχὶ τὸν Παῦλον· οὗτος γὰρ παρέδωκεν αὐτοῦ τὰς αἱρέσεις αὐτοῖς, (οὐκ ἐγγράφως, ἀλλ') ἀγράφως κατὰ παράδοσιν, τὸ Εὐαγγέλιον δὲ καὶ τὸν Ἀπόστολον ἐγγράφως, ἀπαράλλακτα μὲν τῇ γραφῇ καὶ τοῖς λόγοις ὡς καὶ τὰ παρ' ἡμῖν ὄντα παραδοὺς, διαστρέψας δὲ ἕκαστον κεφάλαιον πρὸς τὰς ἑαυτοῦ αἱρέσεις, νομοθετήσας αὐτοῖς καὶ τοῦτο, μὴ δεῖν ἑτέραν βίβλον (τὴν) οἱανοῦν ἀναγινώσκειν εἰ μὴ τὸ Εὐαγγέλιον καὶ τὸν Ἀπόστο λον. ̣3 ̣ Μετὰ δὲ Κωνσταντῖνον (τὸν) καὶ Σιλουανὸν δεύτερον ἔσχον