258
αὐτοῖς τῶν ἐχθρῶν, μὴ βοηθοῦντος Θεοῦ. ∆ιδάσκει γὰρ αὐτοὺς τὰ συμβησόμενα, καὶ πῶς δεήσει μετανοεῖν, ὡς ἂν ἀφέσεως τύχοιεν. Ἐπεὶ καὶ ∆αβὶδ πρὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ, προλέγει καὶ τὴν καθαίρεσιν, καὶ τὴν αὐτοῦ πάλιν ἀνοικοδόμησιν. Πάντα γὰρ μετ' ἀλλήλων γινώσκει Θεός. Εἶτα τῆς ἑαυτῶν ἐν τοῖς πρακτοῖς καὶ λεκτοῖς κακίας κατηγορήσαντες, Ἀπεστήσαμεν, φασὶν, ὀπίσω τὴν κρίσιν, ὡς ὁ ∆αβὶδ ἐν τεσσαρακοστῷ ἐνάτῳ φησί· "Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω." Τινὲς δὲ καὶ τό· Ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας, εἰς τοὺς ψευδοπροφήτας εἰρῆσθαί φασιν. Ἐφ' οἷσπερ ὁ Θεὸς ἀγανακτήσας ὀργὴν ἐπήγαγε κατ' αὐτῶν, ἐλέει ταύτην κεράσας. Πᾶσα γὰρ παιδεία Θεοῦ ἐπωφελής. Ἐφ' οἷς, φησὶ, τὸν Θεὸν τὴν ἐκ τῆς μετανοίας πραγματευομένην σωτηρίαν, τοῖς τιμωρουμένοις οἰκειοῦσθαι, ἐνδυόμενον αὐτῶν τὴν δικαιοσύνην, καὶ τὰς δικαιοπραγίας ὥσπερ θωρακιζόμενον, παραμυθούμενος ὡς δυναμένους ἔνδυνα γενέσθαι Θεοῦ δι' ἡμᾶς οἷον ὁπλοφοροῦντος, τὴν ἡμετέραν διορθουμένου δειλίαν, δι' ἣν καὶ τῷ Γιεζεὶ ὁπλοφόροι πεφήνασιν ἄγγελοι, οὕτω κατὰ φύσιν οὐκ ἔχοντες. 2613 ιθκαʹ. 9Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ, καὶ ἥξει ἕνεκα Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ9, κ.τ.λ. Πολέμιον εἰπὼν τοῖς ἐξ Ἰσραὴλ τὸν Θεὸν διὰ τὰς πολλὰς αὐτῶν ἀσεβείας, ἐπὶ τὴν κλῆσιν μέτεισι τῶν ἐθνῶν, καὶ τὴν Χριστοῦ παρουσίαν. Τὸ πᾶν δὲ γένος ἀνθρώπων διὰ τῶν ἀνατολῶν ἐδήλωσεν καὶ δυσμῶν, οἳ φοβηθήσονται τὸν Κύριον. "Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου." Ἧς οὐ μετέλαβεν Ἰσραὴλ, ἀλλ' ἐκεῖνοι, περὶ ὧν ἔλεγεν· "Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι," καὶ τὰ ἑξῆς· δι' ὧν ἐδήλου τὰ τέσσαρα κλίματα, ὅσα δὲ φόβος Θεοῦ προξενεῖ δηλοῖ τό· "Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον." Καὶ τό, "Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν." Καὶ τό, "Φόβος Κυρίου παιδεία, καὶ σοφία." Καὶ τό· Φόβος Κυρίου προστίθησιν ἡμέρας." Ὃν οὐκ Ἰουδαίοις δώσειν, ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλλεται. Καὶ ἐν ἑτέρῳ γὰρ προφήτῃ τοῖς μέν φησιν· "Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ. Καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν". Περὶ δὲ τῶν ἐθνῶν· "∆ι' ὅτι ἀπὸ ἀνατολῶν ἡλίου δεδόξασται τὸ ὄνομά μου, ἐν τοῖς ἔθνεσι." Τῆς δὲ τούτων σωτηρίας αἴτιον· Ἥξει γὰρ ὡς ποταμὸς βίαιος καὶ ὀργὴ παρὰ Κυρίου. Ἥξει μετὰ θυμοῦ. Ὀργῆς δὲ καὶ θυμοῦ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ μέμνηνται. Οὐδὲ γὰρ εὔλογον ἐν ἀγαθῶν ἐπαγγελίαις. Ὁ γὰρ Ἀκύλας φησὶν, Ὅτι ἐλεύσεταιὡς ποταμὸς πνεῦμα Κυρίου σύσσημον ἑαυτῷ. Ὁ δὲ Σύμμαχος· Ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα Κυρίου. Ἐπείγει καὶ ἥξει. Ὁ δὲ Θεοδοτίων· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητής. Πνεῦμα Κυρίου ἐσημειώθη ἐν αὐτῷ. Πῶς δὲ ὡς ποταμὸς βίαιος ἥξει τὸ πνεῦμα Κυρίου, ἐδήλωσεν ἐν ταῖς Πράξεσιν, "Ὅτε συνηγμένων ἐπὶ τὸ αὐτὸ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας," καὶ τὰ ἐπὶ τούτοις. Ὧν τέλος, καὶ τὸ, "Ἐπληρώθησαν ἅπαντες Πνεύματος ἁγίου." Ἀλλὰ καὶ σημεῖον, φησὶν, ἑαυτῷ. Τοῦτο γὰρ τῆς ἰδίας ἀναλήψεως ἔθετο σημεῖον λέγων· "Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται." Καὶ πάλιν· Ὅτ' ἂν ἀπέλθω, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας." Ἀντὶ δὲ τοῦ· Ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, Ἀκύλας, Καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων, φησίν. Ὁ δὲ Σύμμαχος· Καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων. Ἔλεγε γὰρ ὁ Σωτήρ· "Οὐκ ἦλθον, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." Καὶ Παῦλος δέ φησι· "Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ 2616 ἐλέους δοξάσαι τὸν Θεόν." Φασὶ δέ τινες· Ὥσπερ ἀνωτέρω μνησθεὶς τῆς κατὰ τῶν Ἰουδαίων ὀργῆς, ἐμνήσθη καὶ τῆς ἐν ὑστέροις ἐλεημοσύνης εἰπὼν, "Καὶ τῇ ἐλεημοσύνῃ ᾗ ἐστηρίσατο·" οὕτω καὶ νῦν ὀργὴν εἰπὼν, καὶ θυμὸν, τὴν διὰ Χριστοῦ σωτηρίαν ἐπήνεγκεν εἰπών· Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, θανάτου τε, καὶ φθορᾶς, καὶ δαιμόνων ὠμότητος.