τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ' ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ' "Ἐπέφανεν ἡμῖν Θεὸς Κύριος," κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, κατα- δεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκό- τας, τουτέστι "Τὰς ἄρχας, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- "τορας τοῦ αἰῶνος τούτου, τὰ πνευμάτικα τῆς πονηρίας "ἐν τοῖς ἐπουρανίοις." καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 1.662 "τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται "ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς "ἐμαυτόν." δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ' ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχυρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ' ἕως εἰς γῆν μακρὰν κατ- εσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ' οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος. 9Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παν- τοκράτορος ἐλάλησε ταῦτα.9 Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι "ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα "παρῆλθε." μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ 1.663 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν "ἀφίημι ὑμῖν." Πότε δὲ ἢ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ' οὐρανὸν κατεκράτησε λοιπὸν ἡ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ' ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ῥωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἂν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοι- πὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο. 1.664 Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμε- ρότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσε- βεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- μεθά τε λοιπὸν ὑποκάτω συκῆς