βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
διδάσκαλον Συμεῶνα καλούμενον (ὃν μετωνόμασαν Τίτον, γʹ Γενέσιον) μετονομά σαντα δὲ αὐτὸν Τιμόθεον, δʹ δὲ Ἰωσὴφ μετονομάσαντα (καὶ) αὐτὸν Ἐπαφρόδιτον· μετὰ τοῦτον Ζαχαρίαν, ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται (αὐτὸν) ἔνιοι ἐξ αὐτῶν· ʹ τὸν Βαάνην τὸν ῥυπαρὸν, καὶ ἕβδομον (ἔσχον) τὸν Σέργιον, τὸν καὶ Τυχικὸν ἑαυτὸν μετονομάσαντα. Μάνεντα τοίνυν, καὶ Παῦλον, καὶ Ἰωάννην, καὶ ἄλλους (πολλοὺς), οὓς ἄν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματί ζουσι, Κωνσταντῖνον δὲ τὸν καὶ Σιλουανὸν ἐπικλη θέντα, καὶ Συμεὼν τὸν καὶ Τῖτον, καὶ Γενέσιον τὸν καὶ Τιμόθεον, 607 καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον, καὶ Βαάνην τὸν ῥυπαρὸν, καὶ Σέργιον (τὸν) καὶ Τυχικὸν, ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀνα θεματίζουσιν, ἀλλ' ἔχουσιν αὐτοὺς ὥςπερ ἀποστό λους Χριστοῦ. ̣4 ̣ Ἔχουσι δὲ καὶ ʹ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν, (αʹ) τὴν Μακεδονίαν, ἥτις ἐστὶν Κάστρον κολωνίας, (βʹ) ἡ Κίβωσσα, ἣν ἐμαθήτευσε Κων σταντῖνος ὁ καὶ Σιλουανὸς, καὶ Συμεὼν ὁ καὶ Τίτος γʹ τὴν Ἀχαίαν, ἥτις ἐστὶ κώμη Σαμοσάτου, (δʹ) ἡ Μαναάλις ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμό θεος, (εʹ) τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς 110.888 λέγοντες Ἰωσὴφ τοῦ Ἐπαφροδίτου καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ' αὐτῶν λεγομένου, (ʹ) τὴν τῶν Λαοδικέων, λέγουσι δὲ τοὺς Ἀργαούτας, καὶ τὴν τῶν Ἐφεσίων, τοὺς ἐν Μόψου ἑστίᾳ, καὶ τὴν τῶν Κολασσαέων λέγουσι (τοὺς Κοινοχωρίτας, ἅσπερ γʹ ἐκκλησίας, φησὶν) Σέργιος ὁ καὶ Τυχικὸς ἀνεθε μάτισεν. Τούτους οὖν τοὺς ζʹ αὐτῶν διδασκάλους καὶ τὰς ʹ αὐτῶν) ἐκκλησίας ἔχουσιν ἐντίμους, οὓς καὶ σέβονται· πάντας δὲ τοὺς λοιποὺς, οὓς ἐὰν εἴπῃ τις αὐτοῖς, καὶ ἀναθεματίζουσι καὶ ἀποβάλλονται. ̣5̣ Ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανι χαίων, δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι· λέ γουσι δὲ οὗτοι, ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μὲν ἕτερον Θεὸν λέγο μεν ὑπάρχειν τὸν Πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν, ἀλλ' ἐν τῷ μέλ λοντι, καὶ ἕτερον Θεὸν τὸν κοσμοποιητὴν, ὅτι ἔχει τοῦδε τοῦ παρόντος (κόσμου) τὴν ἐξουσίαν. Οἱ 608 δὲ Ῥωμαῖοι, φασὶν, ἕνα καὶ τὸν αὐτὸν Θεὸν ὁμολογοῦσιν ̣157a εἶναι, Πατέρα τὸν αὐτὸν ἐπουράνιον καὶ τοῦ κόσμου παντὸς ποιητὴν, καλοῦσι δὲ ἑαυτοὺς μὲν Χριστιανοὺς, ἡμᾶς δὲ Ῥωμαίους. Λέγουσι πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προθύμως· "Πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν ἐπουράνιον Πατέρα," καὶ "ἀνάθεμά φασι τῷ οὕτως μὴ πιστεύοντι," μεμελετημένως λίαν τὴν ἑαυτῶν κακίαν μεθοδεύοντες· οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν Πατέρα τὸν ἐπουρά νιον, ὅτι τὸν μόνον ἀληθινὸν, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς· χρὴ δὲ τὸν προσδιαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μα νιχαῖον τοῦ εἰπεῖν τὸ (αʹ) σύμβολον τῆς ἡμῶν πί στεως, ὅ ἐστι· "Πιστεύω (εἰς) ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε (καὶ) πάντων καὶ ἀοράτων," καὶ τὰ ἑξῆς. ̣6 ̣ Ἔπειτα δὲ βλασφημοῦσι μὲν εἰς τὴν ἁγίαν Θεοτόκον ἄμετρα· ἐὰν δὲ βιασθῶσι παρ' ἡμῶν ὁμο λογῆσαι αὐτὴν, ἀλληγορικῶς λέγουσι· "Πιστεύω εἰς τὴν παναγίαν Θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ Κύριος," λέγουσι δὲ (αὐτὴν) τὴν ἄνω Ἱερουσαλὴμ, "ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστὸς," καθά φησιν (ὁ) Ἀπόστολος. Καὶ οὐ 110.889 λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν (τὴν) Θεοτόκον, οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν Κύριον. ̣7̣ Βλασφημοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵμα τος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγοντες ὅτι τὰ ῥήματα αὐτοῦ ὁ Κύριος διδοὺς τοῖς ἀποστόλοις ἔλεγε· "Λάβετε, φάγετε, πίετε οὐκ ἄρτον καὶ οἶνον," καὶ οὐχί φασι προσάγεσθαι ἄρτον καὶ οἶνον. 609 ̣8 ̣ Βλασφημοῦσιν εἰς τὸν τίμιον σταυρὸν, λέγοντες, ὅτι σταυρὸς ὁ Χριστός ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κεκατηραμένον ὄργανον. ̣9 ̣ Τοὺς προφήτας καὶ (τοὺς) λοιποὺς ἁγίους ἀποβάλλονται, ἔτι δὲ (καὶ) τὸν ἅγιον Πέτρον, τὸν μέγαν πρωταπόστολον, πλέον πάντων καὶ δυσφη μοῦσι καὶ ἀποβάλλονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι, λέγοντες,