259
Σιὼν δὲ πάλιν, τὸ θεοσεβὲς τῆς Ἐκκλησίας πολίτευμα. Ἀντὶ δὲ τοῦ, [Καὶ] ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, ὁ Σύμμαχος· Καὶ τοῖς ἀποστρέψασιν ἀσέβειαν ἐν Ἰακώβ. Ὁ δὲ Ἀκύλας·Καὶ τοῖς ἀποστρέψασιν ἀθεσίαν ἐν Ἰακώβ. Τούτοις γὰρ ἥξει, καὶ τούτους ῥύσεται. Ἑαυτοὺς δὲ μὴ ἐπιστρέφοντες αἰτιάσονται. Καὶ αὕτη, φησὶν, αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη. Τίς δὲ αὕτης; Τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, ὃ διδοὺς τοῖς μαθηταῖς ἔλεγε· "Λάβετε Πνεῦμα ἅγιον. Ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ." Τοῦτο τοίνυν ἡ Καινὴ ∆ιαθήκη, καὶ τοῦ μυστηρίου τὸ κεφάλαιον, ὅπερ ἐστὶν ἐν σοὶ τῷ ἀγχιστεῖ, καὶ ῥυομένων, ὃν ἐκ τῆς ῥίζης ἔφασκεν Ἰεσσαὶ, ἐπαναπαύεσθαι λέγων ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ. Οὗ δὴ μετέδωκε τοῖς μαθηταῖς, ὡς ἂν καὶ αὐτοὶ μεταδοῖεν ἀξίους. Τὰ δὲ ῥήματα, ἃ λελάληκεν ὁ Χριστὸς, διαθήκη μου, φησὶν, ἐστὶ, καὶ μένει εἰς τὸν αἰῶνα. Καὶ ὁ Σωτὴρ δὲ ἔλεγεν· "Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Σαφεστάτη τοίνυν τῆς λυτρώσεως ἀπόδειξις, τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου, δι' οὗ καὶ τὸ τῆς υἱοθεσίας φέρεται καύχημα, καὶ τὸ λαβεῖν, φασί τινες, ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, Παύλου λέγοντος· "Ἐγγύς σου τὸ ῥῆμά ἐστιν. Ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου." Ἐλάβομεν γὰρ τὸ ῥῆμα τῆς πίστεως, τὴν σωτήριον ὁμολογίαν δικαιοσύνης πρόξενον. ∆ικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς ὁ πάλαι βοῶν· "Ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου." Ὅπερ ὂν ἐν ἡμῖν ἀεὶ, καὶ τοῖς μεθ' ἡμᾶς παραπέμπεται σῶζον ἀεὶ τοὺς πιστεύοντας. Τινὲς δὲ οὕτως τὸ πᾶν ἐξηγήσαντο· Θεὸς διαθήκην θέμενος πρὸς Ἀβραὰμ, ἡνίκα τὰς θυσίας ἐπὶ ταῖς ἐπαγγελίαις πεποίηται· καὶ διὰ Μωσέως δὲ καθ' ὅμοιον τρόπον νομοθετήσας· καὶ νῦν διὰ τοῦ προφήτου διατίθεσθαι φάσκει διὰ τῶν λαλουμένων πρὸς τὸν λαὸν, ἃ τὴν ἰσχὺν ἕξει οὐ μόνον ἐπὶ τῶν παρόντων, ἀλλὰ καὶ τῶν ἐσομένων, εἰ θέλοιεν διὰ μετανοίας ἀπαλείφειν τὰς ἑαυτῶν ἁμαρτίας. Οὕτω γὰρ Θεὸς τὰς ἐπαγγελίας πληροῖ, μετανοοῦσιν οὐκ ἀναξίοις διδούς. ΚΕΦΑΛ. Ξʹ. ακβʹ. 9Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος 2617 ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν9, κ.τ.λ. Χριστοῦ παρουσίαν εὐαγγελισάμενος, πρώτους βούλεται μεταλαβεῖν αὐτῆς τοὺς ἐξ Ἰσραὴλ, κατὰ τό· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ὃ καὶ τοῖς μαθηταῖς παρήγγελλεν, ἀπαγορεύσας αὐτοῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, μηδὲ εἰς πόλιν Σαμαρειτῶν. Οἳ καὶ ἔλεγον· "Ὑμῖν ἦν πρῶτον ἀναγκαῖον κηρυχθῆναι τὸν λόγον." Χριστὸς δὲ ἦν τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωὴ, καὶ τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐξ οὗ τὴν Ἱερουσαλὴμ, δηλονότι τοὺς ταύτης οἰκήτορας, φωτισθῆναι προτρέπεται, αὐτῆς τε εἶναί φησι προηγουμένως τὸ φῶς, διά τε τὴν ἐπαγγελίαν τῶν πατέρων, καὶ τὸ τὰ περὶ Χριστοῦ ταύτῃ παρὰ τῶν προφητῶν κεκηρύχθαι. ∆ιὰ τοῦτο γὰρ οὐχ ἁπλῶς φῶς εἶπεν, ἀλλὰ τὸ φῶς ἀναφορικῶς, οὗπερ εἰ μετέσχε, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι παντὸς, κατὰ τό· "Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην." Αὐτῆς δὲ μὴ δεξαμένης, ἐπιφέρει· "Νῦν δὲ ἥξουσιν ἡμέραι ἐπὶ σὲ," καὶ τὰ ἐφεξῆς. Πασῶν τε τῶν νῦν λεγομένων ἐξέπεσεν ἐπαγγελιῶν, αἳ τάχα ἂν αὐτῇ ἐγένοντο καὶ σωματικῶς. Ἅμα τε γὰρ τοῦ φωτὸς, καὶ τούτων ἐστέρηντο. Τὸ δὲ Ἱερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς ἄλλοις. Ἀλλ' ὁ μὲν Ἀκύλας Ἀνάστηθι, φωτίζου, φησὶν, ὅτι ἦλθεν φῶς σου. Καὶ Σύμμαχος ὁμοίως, καὶ τὸ Ἑβραϊκὸν, ὡς εἶναι τὸν λόγον πρὸς τοὺς δεδεγμένους τὸν εἰρημένον λυτρωτὴν, ἢ ἀγχιστέα, οὓς ἔλεγεν ἐξ ἀνατολῶν καὶ δυσμῶν τοὔνομα Κυρίου φοβηθήσεσθαι. Τὸ οὖν θεοσεβὲς τοῦτο πολίτευμα, πόλις καλεῖται Θεοῦ, καὶ Ἱερουσαλήμ. Παρ' αὐτῇ γὰρ