260
πρώτῃ συνίστατο προφητῶν τε καὶ θεοσεβῶν ἀνθρώπων χορός. Οἳ δὴ τὴν παρουσίαν ἀεὶ προσδοκῶντες Χριστοῦ, τὸν βίον κατέστρεφον διακείμενοι, ὡς καὶ μέχρι θανάτου καταβήσεται διὰ τὴν αὐτῶν ἐλευθερίαν. Ὅθεν ὡς ἐν σκότῳ καθημένοις τοῦ φωτὸς Χριστοῦ τὴν παρουσίαν εὐαγγελίζεται, ὡς πρὸς τῇ πρώτῃ παρουσίᾳ, καὶ τῇ δευτέρᾳ τὸν λόγον ἁρμόττειν, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ· "Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ," καὶ τὰ ἑξῆς· ἐν οἷς τοὺς ἀγγέλους συνάξειν λέγει πανταχόθεν τοὺς ἐκλεκτούς. Καὶ πάλιν· "Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ." Εἶτα περὶ διακρίσεως εὐσεβῶν τε λέγει, καὶ ἀσεβῶν, ὡς προβάτων καὶ ἐρίφων, τῶν μὲν παραδιδομένων πυρὶ, 2620 τῶν δὲ ἀνακαλουμένων εἰς τὸν νέον αἰῶνα, καθ' ὃν οὐκ ἔσονται φωστῆρες σωματικοὶ, Χριστοῦ τοῦ τῆς δικαιοσύνης Ἡλίου πρὸς φωτισμὸν ἐπαρκοῦντος· ὅτε, κατὰ τὸν ἱερώτατον Παῦλον, "Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, οἱ δὲ περιλειπόμενοι ἐν νεφέλαις ἀπαντῶντες ἔσονται σὺν Χριστῷ." Τοῖς οὖν τοιούτοις τότε προσφωνῶν ὁ λόγος ἐρεῖ· Φωτίζου, Ἱερουσαλήμ· ἢ κατὰ τοὺς ἄλλους· Ἀνάστηθι, φωτίσθητι. Καὶ ὅρα εἰ μὴ σαφῶς διὰ τοῦ ἀνάστηθι, τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔδειξεν, ἣν ποιήσει τὸ φῶς ἀκτῖσιν ἰδίαις ἀναζωπυροῦν τοὺς νεκροὺς, οἳ καὶ ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. ∆ιὸ νῦν ἐπάγει· Καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· δηλαδὴ τὴν νέαν τοῦ Θεοῦ πόλιν, ἣν φωτίζει μόνην Χριστός. Τοῖς γὰρ ἀσεβέσι σκότος ἀπόκειται, ὃ δηλῶν φησιν· Ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ ἀνατελεῖ Κύριος, κατὰ τοὺς λοιπούς. ∆εῖ γὰρ πρῶτον φωτὸς ἀνατολῆς τοῖς μέλλουσι θεωροῖς γενέσθαι τῆς τοῦ Μονογενοῦς τοῦ Θεοῦ δόξης, ὃς δόξα λέγεται τοῦ Πατέρος. Ἐν αὐτῷ γὰρ, καὶ δι' αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ὁρῶντες γὰρ τὸν Υἱὸν, ὁρῶμεν τὴν μεγαλειότητα, καὶ δόξαν τοῦ Πατέρος, ὅς γέ φησι· "Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε." Τὸ δέ· Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος· ἐπὶ τῆς πρώτης ἐκλαβόντες παρουσίας τινὲς, οὐχ ὡς μελλόντων φασὶ τῶν ἐθνῶν σκοτισθήσεσθαι, τῷ κόσμῳ λάμψαντος τοῦ Χριστοῦ. Πεφώτισται γάρ. Ἀλλ' ὁ μέλλων ἐνταῦθα χρόνος τὸν ἐνεστῶτα δηλοῖ, τοῦτ' ἔστι καλύπτει. Χριστοῦ γὰρ πρώτοις τοῖς ἐξ Ἰσραὴλ ἐπιλάμψαντος, ἔτι τὰ ἔθνη σκότῳ κεκράτητο, πρὶν ἐπ' αὐτὰ μεταστῆναι τὴν χάριν. Τότε γὰρ Ἰουδαίοις τὴν οἰκείαν θαυματουργῶν ἐπεδείκνυτο δόξαν. Τινὲς δὲ τὸ, γνόφος ἐπ' ἔθνη, φασὶν ὅτε πάσχουσιν οἱ ἐχθροὶ τὰ δίκαια. Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου, τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν ἐκ τῆς ἐκείνων ἀπειθείας γεγενημένην. ∆ύο δὲ νοήσομεν τάγματα σωζομένων· τῶν τε παρ' Ἰουδαίοις θεοφιλῶν, οἳ διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οἳ καὶ τοῖς τοῦ θανάτου χωρίοις ἐνδιέτριβον τὴν παρουσίαν Χριστοῦ περιμένοντες. ∆ιὸ πέμψας Ἰωάννης ἠρώτα· "Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;" οὓς εὐαγγελιζόμενος τὴν εἰς αὐτοὺς τοῦ Χριστοῦ κάθοδον, φησίν· Ἀνάστηθι, φωτίσθητι. Ἦλθεν γὰρ τὸ φῶς σου, τοῦτ' ἔστιν, ὃ προσεδόκας. Τούτων οὖν τὸ πρῶτον τάγμα. ∆εύτερον δὲ, τὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ὃ δὴ συνῆψεν ὁ Παῦλος τῷ πρώτῳ λέγων· "Ἄρ' οὖν οὐκ ἔτι ἔστε ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται 2621 τῶν ἁγίων," καὶ τὰ ἐπὶ τούτοις. Ἐν οἷς ἔστιν "εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ." Εἰκότως οὖν εὐαγγελισάμενος νῦν τῷ πρώτῳ τάγματι ἐπήνεγκε· Καὶ πορεύσονται ἔθνη τῷ φωτί σου, δεικνὺς κοινὸν ἀμφοτέροις τὸ φῶς τοῖς πρὸ τῆς παρουσίας, καὶ ὕστερον, καὶ τὴν λαμπρότητα, ἣν ἡ ῥύπου παντὸς ἀπόσμηξις ἀπεργάζεται. Ταύτῃ γὰρ καὶ οἱ τῶν ἐθνῶν χρήσονται βασιλεῖς, καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει, ὃ δὴ καθ' ἡμᾶς διὰ τῶν ἔργων ὁρᾶται. Εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε, καὶ βασιλέων ἐθνῶν, ἀκολούθως τὴν προτέραν τοῦ Θεοῦ πόλιν διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν