261
προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι λέγων· Ἴδε συνηγμένα τὰ τέκνα σου, οὓς καί φησιν ἐπ' ὤμων ἀρθήσεσθαι. ∆ιὸ πάντες οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν εἰς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. Καὶ πολλαχοῦ δὲ θυγάτηρ Ἱερουσαλὴμ, καὶ Σιὼν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία χρηματίζει, ὡς ἐν τῷ, "Χαῖρε σφόδρα, θυγάτηρ Σιών. Κήρυσσε, θυγάτηρ Ἱερουσαλήμ. Ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ πορεύσονται ἕθνη πολλὰ ἐπὶ τὸν Κύριον." Τὸ δὲ πόῤῥωθεν ἥκειν, παρίστησιν ὡς ᾗ μὲν πόῤῥω που τῆς βασιλείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. "Ἀλλ' ὑμεῖς, φησὶν, οἵ ποτε μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε." Ὡς γὰρ ὁ Παῦλός φησιν· "Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα." Καὶ πρὸς Ἀβραὰμ δὲ ἐῤῥέθη· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Πρὸς ἅ τις προφήτης φησί· "Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν." Ἃ δὴ καὶ πεισθέντα, κατὰ τὸν Ἡσαΐαν, φασί· "∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ." Ἀλλ', ἰδοὺ ἥκασι, φησὶ, τοῦτ' ἔστιν, οὐκ εἰς μακρὰν ἡ κλῆσις αὐτῶν. ∆ραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, δίχα πόνου παντός. Ἐπ' ὤμων γὰρ ἀρθήσονται, οἷα δὴ βρέφη ταῖς τῶν μυσταγωγῶν παιδαγωγίαις χειραγωγούμενοι. Γάλα γὰρ ποτίζονται κατ' ἀρχὰς, κατὰ βραχὺ πρὸς μέτρον ἡλικίας ἀναβαίνοντες τέλειον ὅσοι τῆς διὰ Πνεύματος ἀναγεννήσεως ἔτυχον. Τοιγαροῦν ὁ Παῦλος "Ὡς ἄν τις τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα," φησίν. Ἐφ' οἷς λέγει· Τότε ὄψει, καὶ χαρήσῃ. Καὶ πῶς οὐ μέλλει μήτηρ περὶ τέκνοις σωζομένοις εὐφραίνεσθαι; Τὸ δὲ φοβηθήσῃ, παρὰ μὲν τοῖς λοιποῖς οὐκ ἐμφέρεται. Σημαίνει δὲ τὸ ἐκστήσῃ, καὶ θαυμάσεις. 2624 Κατὰ τὸν Ἀββακοὺμ εἰπόντα· "Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην." Τίς δὲ τοῦ θαυμάζειν ἡ πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης. Ὁ δὲ Σύμμαχος· Ὅταν ἐπιστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, καὶ ἡ δύναμις τῶν ἐθνῶν. Ὁ δὲ λόγος τὴν πολυπληθίαν τῶν σωζομένων, πλούτῳ καὶ πλήθει θαλάσσης ἀπείκασεν. ∆υνάμεις δὲ ἐθνῶν ἢ οἱ ἐν αὐτοῖς δυνατοὶ, ἢ οἱ τοῦ κατὰ Θεὸν βίου νεανικῶς ἀντεχόμενοι, ὡς λέγειν· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Χαρήσῃ δὲ, φησὶ, καὶ ἐπὶ τῶν ἀτελεστέρων καὶ ἀλογωτέρων ταῖς ἀγέλαις, οὓς καμήλοις ἀπείκασεν, Οἳ δή σοι χρυσίον καὶ λίβανον οἴσουσι, τοὺς ἐν Ἐκκλησίᾳ πλουσίους δηλῶν. Καὶ ὁ Σωτὴρ γὰρ καμήλῳ παρεικάζει τὸν πλούσιον, εὐκοπώτερον εἶναι λέγων κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ γὰρ τὸ παρ' ἀνθρώποις ἀδύνατον, παρὰ Θεῷ δυνατόν. Ἐφ' ᾧ καὶ Ἱερουσαλὴμ ἐξέστη διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βλέπουσα τοὺς εἰσιόντας εἰς τὴν αἰώνιον ζωὴν, ὡς διὰ τρυμαλιᾶς ῥαφίδος, δῶρα φέροντας Θεῷ λύτρα τῆς ἰδίας ψυχῆς. Λύτρον γὰρ ψυχῆς ὁ ἴδιος πλοῦτος. Σαβᾶ δὲ ἔθνος Αἰθιοπικόν. Καὶ Γεφᾶ δὲ καὶ Μαδιὰμ ὁμοίως βάρβαρα, γονίμους ἔχοντα καμήλων χώρας. ∆ιὸ δὴ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. Ὅτι δὲ λογικαί τινες ἦσαν αἱ τοιαίδε κάμηλοι, δῆλον. Φησὶ γάρ· Καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ, καὶ Γεφᾶ, πάντες ἐκ Σαββᾶ ἥξουσι. Φέροντες χρυσίον καὶ λίβανον οἴσουσι, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Πῶς γὰρ καμήλου τὸ σωτήριον εὐαγγελίζονται τοῦ Κυρίου, Ἄνδρες οὖν αὐταὶ, φέρουσαι λίβανον μὲν, τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν· χρυσὸν δὲ, τὴν σωματικὴν εὐπορίαν. Τὸ οὖν παράδοξον, τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις τῶν πλουσίων ψυχὰς, καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον, καὶ πολύγονον, καὶ σκολιὸν τοῦ ζώου· καὶ δι' ὑπερβάλλουσαν ὠφέλειαν εὐαγγελίζεσθαι τὸ σωτήριον Κυρίου· ἔτι δὲ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι, τὰς ἀφελεστέρας λέγων ψυχὰς λογικάς. Τοιοῦτον τό· "Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Καὶ τό· "Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς τῆς ἐμῆς ἀκούει." Καὶ ἐν Ἰεζεκιὴλ δέ φησιν· "Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου,"