262
καὶ τὰ ἐφεξῆς εἰπὼν ἐπιφέρει· "Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ἰσραὴλ, λέγει Κύριος. Καὶ ὑμεῖς πρόβατά μου, καὶ πρόβατα ποιμνίου ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν." Ταῦτα μὲν οὖν Ἰσραὴλ, ἀλλόφυλα δὲ πρόβατα νῦν φησι συναχθήσεσθαι τὰ Κηδὰρ, καὶ κριοὺς Ναβεώθ. Κηδὰρ δὲ μεθερμηνεύεται σκοτα 2625 σμός. Λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν Σαρακηνῶν. Καὶ Ναβεὼθ ἑτέρα χώρα τοῦ Ἰσραὴλ ἀλλοτρία. ∆ηλοῦνται δὲ διὰ τῶν κριῶν οἱ ἀρχικώτατοι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων, οἳ καὶ νῦν δῶρα προσφέρουσιν, ἀφιεροῦντες ἑαυτοὺς τῷ Θεῷ, καὶ τῇ τοῦ θυσιαστηρίου προσεδρεύοντες λειτουργίᾳ, δι' ὧν ἡ τοῦ Θεοῦ δοξάζεται Ἐκκλησία. Τινὲς δὲ τὸ, Κάμηλοι ἐπὶ καμήλων, φασὶν, ἥξουσιν, ἢ ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοὺς κατὰ χεῖρα τιμῶντες Θεόν· ἢ ὅτι οὐ καθ' ἕνα ἥξουσιν, ἀλλ' ἀγεληδὸν καρποφοροῦντες εἰς δόξαν Θεοῦ, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ πλοῦτον πνευματικόν. Ἐξ ὧν τινες ἕξιν εὐαγγελικὴν ἐσχηκότες προέστησαν καὶ λαῶν, εὐαγγελιζόμενοι τὸ σωτήριον Κυρίου. Ἥξουσι δὲ, φησὶ, καὶ πρόβατα Κηδὰρ, καὶ κριοὶ Ναβεώθ. Τοῦτ' ἔστι, δεκταὶ καὶ τούτων αἱ θυσίαι γενήσονται προσιόντων διὰ πίστεως. Εἴποις δ' ἂν, φησὶ, πρόβατα καὶ κριοὺς, ἄνδρας βρίθοντας καλοῖς, καὶ ἐπιείκειαν ἀσπαζομένους, δι' ὧν ὁ οἷκος δοξάζεται τοῦ Θεοῦ, οὐ διὰ καπνοῦ καὶ αἱμάτων, ὡς ὁ πάλαι νεὼς, ἀλλὰ διὰ λατρείας πνευματικῆς. Τούτου δὲ μνησθεὶς τοῦ ῥητοῦ καὶ ὁ Σωτὴρ ἔφασκεν· "Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν." Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς, τότε δεδόξασται. Ἐπίτηδες δὲ ἡ Γραφὴ, ὡς νηπιώδεσι, τοῖς ἐξ Ἰσραὴλ διαλεγομένη, ἐκ τῶν αὐτοῖς συνήθων τὰς ἐπαγγελίας παρέχεται μετὰ τοῦ [σωματικοῦ] δηλοῦν τι καὶ νοητόν. Περὶ πολλοῦ γὰρ ἦν αὐτοῖς ἀλλόφυλα ἔθνη δωροφοροῦντα θεάσασθαι. Θέλγει τοίνυν αὐτοὺς συμψελλιζομένη τὰ φίλα. Καὶ συνήθη γὰρ, ὡς δὴ παισὶν, ἐπαγγέλλεται, δι' ὧν ἀνέξη προτρεπομένη πρὸς θεοσέβειαν, ὡς πρὸς διδασκαλίαν τοὺς παῖδας εἰώθαμεν. Ἴσως δ' ἂν αὐτοῖς ἀπήντηκε καὶ σωματικῶς, εἰ τὸν Χριστὸν παρεδέξαντο. Τοιγαροῦν καὶ οὕτω τινὲς ἀπέδωκαν· Ἀνάλαβέ σου τὸ πρότερον φῶς, Ἱερουσαλὴμ, ὃ διὰ ῥᾳθυμίας ἀπέσβεσας, καὶ ᾧ κατ' ἐξαίρετον ἐτιμήθης τῶν ἄλλων ἐσκοτισμένων, ὡς ἂν ἔθνεσι καὶ βασιλεῦσι θεοσεβείας γένῃ παράδειγμα, σοῦ δὲ μὴ βουλομένης ἐπὶ τὰ ἔθνη τὸ φῶς τοῦ Χριστοῦ μεταβήσεται. Τὸ σὸν οὖν ὄμμα, φησὶν, ἀνάτεινον πρὸς Θεὸν, καὶ ὄψει τοὺς ἐν τῇ διασπορᾷ συνηγμένους ὑπὸ τῶν κατεχόντων δορυφορουμένους. Ἐπαγγέλλεται δὲ καὶ χρυσὸν, καὶ τὰ ἀπὸ τῶν ἐθνῶν τοῖς περὶ ταῦτα ἐπτοημένοις, εἰ θεοσεβεῖν ἐθέλοιεν. Καὶ ταῦτα μὲν οὗτοι. Τῇ δὲ παλαιᾷ διαλεχθεὶς Ἱερουσαλὴμ, τῷ θεοσεβεῖ πολιτεύματι, τῇ μητέρι τῆς νέας καὶ κατὰ Χριστὸν πολιτείας, ἐκ προσώπου νῦν αὐτῆς ἐπιφέρει τὰ μετὰ ταῦτα λεγού 2628 σης· Τίνες οἵδε; ὡς νεφέλαι πέτονται. Ὃ σαφὲς ὁ Παῦλος κατέστησεν, εἰπών· "Ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα," συναφθέντες δηλαδὴ τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων, οἳ καὶ θεωροῦντες τὴν πρὸς αὐτοὺς ἀνάπτησιν, τῶν ἐξ ἐθνῶν σωζομένων ἀποθαυμάζουσι τὸ πλῆθος. Τινὲς δὲ τῆς Ἐκκλησίας τὸ πρόσωπον εἶναί φασι θαυμαζούσης τὴν ἐξ ἁπάσης χώρας διὰ πίστεως συνδρομὴν συντόνῳ δρόμῳ χωρούντων, καὶ οἷον ἱπταμένων· ἤγουν, ὅτι τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα, ὡς ἐκ θαλάττης νεφέλαι, θορύβου πόῤῥω κοσμικοῦ μετέωροι γίνονται. Περιστερὰς δὲ λέγει σὺν νεοσσοῖς, ὅτι τοῦ θείου κηρύγματος ἡ σαγήνη οὐ πρεσβύτας μόνους, ἀλλὰ καὶ νέους, καὶ σὺν μητέρι θυγατέρας ἐπὶ τὴν πίστιν συνήγαγεν. Θαυμαζούσης δὲ τῆς Ἐκκλησίας, τὴν τοῦ πράγματος αἰτίαν ὁ σαγηνεύων φησίν· Ἐμὲ νῆσοι ὑπέμειναν, τοὺς νησιώτας λέγων, καὶ πλοῖα Θαρσεῖς. Τὰς Ἰνδικὰς δὲ χώρας Θαρσεῖς ἡ Γραφὴ καλεῖ. Λέγουσι δὲ καὶ τῆς Κύπρου πόλιν εἶναι Θαρσεῖς. Τὸ δὲ ὑπέμειναν, τοῦτ' ἔστι, Τὸν ἐμὸν ζυγὸν ὑπεδέξαντο, δι' ὧν δηλοῖ τὴν τῶν ἐθνῶν συνδρομὴν καρποφορούντων τὰ παρ'