263
αὐτοῖς τιμιώτατα καὶ καλουμένων Χριστιανῶν, ἐπειδήπερ ἅγιον γέγονε παρ' αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ ἅγιος τοῦ Ἰσραήλ. Εἷς δὲ καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος ἐστίν. Αὐτῷ τοίνυν, οὐ τοῖς εἰδώλοις, ὡς πάλαι, προσφέρουσιν οὐ πάντως τὰς ὕλας, χρυσόν τε καὶ ἄργυρον, ἀλλὰ πίστιν, καὶ τὴν ἐξ ἀρετῆς ἁπάσης φαιδρότητα. Φησὶ δὲ καὶ ἐν Ψαλμοῖς περὶ Χριστοῦ, ὅτι "Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς." Ταῦτα μὲν, εἰ ἀπὸ τῆς Ἐκκλησίας λέγοιτο τὸ, Τίνες οἵδε; ὡς νεφέλαι πέτονται. Εἰ δὲ ἀπὸ τοῦ πάλαι θεοσεβοῦς πολιτεύματος, ἐξ αὐτοῦ ἂν εἴη καὶ τὸ, Ἐμὲ νῆσοι ὑπέμειναν, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι· ἐπείπερ τὰς ἐν προφήταις ἐπαγγελίας πρὸς τοὺς Πατέρας ἀναγινώσκουσαι, προσεδόκων αὐτάς. Ὑπέμειναν οὖν με, τῶν αὐτῶν προσδοκῶσαι τυχεῖν. Πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα, οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Ἀλλοφύλων δὲ χώρα Θαρσεῖς. ∆ιὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· "Πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς." Ἀλλ' ἐκεῖνα μὲν συνετρίβετο. Ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἱερουσαλὴμ, τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξειν λέγεται· τοῦτ' ἔστιν, αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι. "∆εῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν." Ἥξουσι τοίνυν αὐτοῖς σώμασι τὰς κατ' ἀρετὴν πράξεις, ἄργυρον καὶ χρυσὸν ὀνομαζομένας, ἐπαγόμενοι. Τοῦτο γὰρ ὁ Παῦλος νοῶν φησίν· "Εἰ δέ τις ἐποικοδομεῖ 2629 ἐπὶ τὸν θεμέλιον χρυσὸν, ἄργυρον, λίθους τιμίους." Τινὲς δὲ ὡς ἀπὸ τοῦ προφήτου τὰ μέλλοντα θεωρήσαντος ἔλαβον τὸ, Τίνες. Οἱ δὲ θαυμάζοντος τὸ πλῆθος τῶν ἐπαναγόντων ἐπὶ τὴν Ἱερουσαλήμ. Νέφεσι γὰρ πεπυκνωμένοις, καὶ περιστεραῖς σὺν νεοσσοῖς ἀπεικάζει τούτων τὸ πλῆθος. Ὅμοιον δὲ τῷ ἤδη ῥηθέντι· Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὃ τοίνυν ἔβλεπεν ὁ προφήτης φησίν. Ὃ καὶ Μιχαίας ποιήσειν ἔλεγεν, μηδὲν ἀνασχόμενος πρὸς ἡδονὴν εἰπεῖν Ἀχαάβ. Ἀλλ' εἰπών· "Θεωρῶ τὸν λαὸν ἐπὶ τῶν ὀρέων, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα·" οὕτω καὶ νῦν φησι, πάντας δορυφορουμένους ἥξειν, καὶ ὡς ἐπ' ὤμων ἀγομένους ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς εἰς πόλιν ἀνακειμένην Θεῷ. Πλοῖα δὲ Θαρσεῖς καλεῖ, τοὺς ἀπὸ τῆς Θαρσεῖς ἐρχομένους ἐν Ἰνδίᾳ κειμένης ἧς καὶ ἐν Ἰωνίᾳ μέμνηται. Ταῦτα δὲ ἔσται τῇ Ἱερουσαλὴμ οὐ δι' αὐτὴν, ἀλλὰ διὰ τὸν Θεὸν, ὃς ἔγνω στῆσαι τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν διὰ τὴν ἑαυτοῦ μεγαλειότητα. Πρὸς τούτοις εἴρηται· Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου· ὃ καὶ νῦν ὁρᾶται· ἐθνικοὶ γὰρ Ἐκκλησιῶν ἡγοῦνται, ταῖς ἑαυτῶν διδασκαλίαις αὐτὰς περιφράττοντες, εἰς τὸ μὴ λόγον ἀλλότριον χώραν ἔχειν ἐπιβουλῆς. Καὶ βασιλεῖς δὲ αὐτῶν παραστήσονταί σοι, φησί. Καὶ νῦν γ' οὖν τῶν Ῥωμαϊκῶν ταγμάτων οἱ ἄρχοντες, καὶ τῶν βασιλέων ὁ φόβος ἀνείργουσι τοὺς ταῖς Ἐκκλησίαις ἐπιβουλεύοντας· ἤγουν παράστασιν σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Ἔστι δὲ, φασὶ, ταῦτα καὶ καθ' ἱστορίαν εὑρεῖν, Κύρου μὲν ἀνοικοδομήσαντος Ἱερουσαλὴμ, μετ' αὐτὸν δὲ ∆αρείου. Καὶ Ἀλέξανδρος δὲ τὸν ἱερὸν θεασάμενος στόλον, τὸν θυμὸν μετέβαλεν εἰς προσκύνησιν. ∆ιὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι' ἔλεον ἠγάπησά σε. Καὶ γὰρ σὲ τὴν θεοσεβεῖν ἐπαγγειλαμένην ἐπάταξα, πόλιν παραδοὺς πολεμίοις διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων ἐν σοὶ, ὡς καὶ προφήτας καὶ θεοσεβεῖς ἀπολαῦσαι τῆς τῶν λοιπῶν μοχθηρίας. Καὶ νῦν δὲ διὰ τοὺς ἐν σοὶ κατορθοῦντας, ἠγάπησά σε, τῆς ὀργῆς οὕτω θυμῷ τοῦ Θεοῦ λογιζομένης, ἀλλὰ ταῖς ἐκείνων ἁμαρτίαις. Καὶ αὐτὴν γὰρ δι' ἀγαθότητα τὴν δίκην ἐπάγει Θεὸς, ἵν' ἐξ ὧν ἁμαρτόντες ἐτιμωρήθησαν, γνῶσιν οἵων ἀπολαύσουσι κατορθώσαντες. Εἰ γὰρ ὁ ἀόργητος τιμωρεῖται δι' ὠφέλειαν, δι' ὃ καὶ ὀργίζεσθαι λέγεται· πόσῳ μᾶλλον ἐλεήσει πηγὴ τυγχάνων ἀγαθότητος δικαιοπραγοῦντας ἡμᾶς; Ἐπάγει δὲ δεικνὺς ὡς τῆς ἀγάπης