264
αὐτοῦ καρπὸς ἡ πολλὴ ἄδεια καὶ εἰρήνη, δι' ἣν ἀνοιχθήσονται πύλαι σου διὰ παντός. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, Οὐδένα, φησὶ, φοβηθήσῃ πολέμιον. Πρὸς 2632 δὲ νοῦν πύλαι τῆς τοῦ Θεοῦ πόλεως εἰσακτικαὶ, καὶ στοιχειώδεις διδασκαλίαι προκείμεναι διὰ παντὸς τοῖς τῇ θεοσεβείᾳ προστρέχουσι. ∆ιόπερ εἶπεν εἰσάγειν πρὸς σὲ δύναμιν ἐθνῶν, τοὺς εἰπεῖν δυναμένους· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Ὧν οἱ ἐξαίρετοι βασιλεῖς, οἱ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. ∆ιὰ Θεοῦ δὲ πάντες ἔχουσι τὴν εἴσοδον εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ. "Οὐδεὶς γὰρ δύναται ἐλθεῖν πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας ἑλκύσῃ αὐτόν." Καὶ καθ' ἱστορίαν γε μὴν, ἄρχοντες καὶ βασιλεῖς Ῥωμαίων εἰς τὴν Ἐκκλησίαν ποιοῦνται τὴν εἴσοδον. Οἱ δὲ μὴ δουλεύσαντές σοι, φησὶ, τῇ τοῦ Θεοῦ πόλει, τὴν καλλίστην δουλείαν καὶ σωτήριον, ἀπολοῦνται. Ὃν γὰρ μὴ σώζει πίστις, ἀπόλλυσιν ἀπιστία. Σοὶ δὲ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτὰ κομισθήσεται. Ἀλλοφύλων δὲ τὸ ὄρος τρέφον δένδρα πρὸς οἰκοδομὴν ἐπιτήδεια. Τοιούτους νόει τοὺς ἐξ ἐθνῶν τὴν κοσμικὴν ἠσκημένους σοφίαν, οἳ κοσμοῦσι τὴν Ἐκκλησίαν τῇ τοῦ λόγου παρασκευῇ, δι' ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ Ἐκκλησία, ἥτις τρέφει καὶ πλείστας ὅσας κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, καὶ Χριστὸν εὐωδιαζούσας, οἳ καὶ τῆς τοῦ κοσμικοῦ φρονήματος πόῤῥω κεῖνται φθορᾶς, ὃ δὴ πρόσεστι πεύκῃ καὶ κέδρῳ. Φίλον γὰρ τῇ Γραφῇ τὸ τῶν ἁγίων πλῆθος τοῖς τοιούτοις ἀπεικάζειν φυτοῖς. Φησὶ γὰρ καὶ ∆αβίδ· "Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας." Καὶ Παῦλος δὲ λέγει· "Θεοῦ γεώργιόν ἐσμεν." Τινὲς δέ φασιν, ὡς Λίβανον ἡ Γραφὴ τὰ ἔθνη καλεῖ, ὥσπερ οὖν Κάρμηλον τὴν Ἱερουσαλήμ. Σαμαρείας γὰρ τὸ ὄρος, ὡς ἐκεῖνο τῶν ἀλλοφύλων. ∆ηλοῖ τοίνυν κατὰ μὲν ἱστορίαν, τὰ πρὸς ἀνάκτισιν χορηγηθέντα ξύλα· κατὰ δὲ νοῦν, τὰς γνώμας τῶν δικαίων. Εἶτα δηλοῖ τοὺς πάλαι τὴν Ἐκκλησίαν τοῖς διωγμοῖς ταπεινώσαντας, μεταβαλεῖν ἐπὶ τὸ τὸν ἐν αὐτῇ Θεὸν προσκυνεῖν. Πολλοὶ γὰρ τοιοῦτοι γεγόνασι. Τινὲς δέ φασιν, ὡς τεταπείνωται μὲν Ἱερουσαλὴμ εἰς Χριστὸν παροινήσασα. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα, γέγονεν μήτηρ ἐθνῶν. Οἱ γὰρ ταπεινώσαντες ταύτην Ῥωμαῖοι, τῇ τούτων πίστει προσέδραμον. Καὶ τότε δὴ, φησὶ, Κληθήσῃ πόλις Κυρίου Σιών. Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, περὶ ἧς φησιν ὁ ∆αβίδ· "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." Τινὲς δὲ Τότε, φησὶν, ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Τότε γὰρ ἓν ἐκ τῶν δύο γενήσεται σῶμα λαῶν. Μήπω γὰρ τοῦ ἐξ ἐθνῶν λαοῦ συναφθέντος τῷ προτέρῳ Ἰσραὴλ, οὐχ οἷόν τε μόνους ἐκείνους πάντα Ἰσραὴλ ὀνομάζεσθαι ἠκρωτηριασμένους τῷ δευτέρῳ τάγματι τοῦ νέου Ἰσραήλ. Ἄμφω δὲ τότε μιᾶς τῆς 2633 παρὰ Θεῷ τεύξονται σωτηρίας. Τινὲς δὲ ἱστορικῶς ἀπέδοσαν, ὡς οὕτω διακειμένης τῆς πόλεως, οἱ εἰς αὐτὴν πλημμελήσαντες αἰσχυνθήσονται, ἐννοοῦντες ἃ ἔδρασαν. Καὶ γὰρ πρεσβυτέρων τὸν ζυγὸν ἐβάρυναν, καὶ νήπιον οὐκ ἠλέησαν, ὥστε λοιπὸν Κυρίου πόλιν καλεῖσθαι τὴν Ἱερουσαλήμ. Ὡς γὰρ παρῶπται δι' ἀσέβειαν, οὕτως ἐπανελθοῦσα πρὸς ἑαυτὴν ἔσται κόσμος, οὐ μόνον ἐκείνῃ τῇ γενεᾷ, ἀλλὰ καὶ ταῖς μετ' ἐκείνην. Ἤγουν (ἐπειδὴ πάσχοντος μέλους, συμπάσχει πάντα τὰ μέλη) τῶν παραβεβηκότων τῆς καλλιελαίου κλάδων ἐκκοπέντων, οἱ τότε θεοσεβεῖς ἐγκαταλελεῖφθαι λέγονται, καὶ μεμισῆσθαι, μὴ ὄντος τοῦ βοηθοῦντος. Τῶν δὲ ἐκ τῆς ἀγριελαίου τὴν ἐκείνων ἀναπληρωσάντων χώραν, καὶ συναφθέντος ἑκατέρου λαοῦ, τῇ τοῦ Σωτῆρος δυνάμει συνέστη τῶν σωζομένων τὸ πλήρωμα, μία τε πόλις ἐξ ἀμφοῖν γέγονεν ἡ καλουμένη Σιὼν, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς. Τινὲς δέ φασι τεταπεινῶσθαι μὲν αὐτὴν διὰ τὸ κατὰ Χριστοῦ τόλμημα, σωθήσεσθαι δὲ τοῦτον πάλιν ἐπιγινώσκουσαν. Τὰ δ' οὖν ἐπαγόμενα· Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. Ὅπου γὰρ ἐλπὶς ἀφθαρσίας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἀτελευτήτου τε ζωῆς, καὶ δόξης, καὶ βασιλείας, οὐρανῶν, ποίαν ἔχοι τὸ