265
κατηφές. Καὶ θηλάσεις, φησὶ, γάλα ἐθνῶν. Τὸ κοινὸν λέγει μυστήριον, καὶ τὴν στοιχειώδη διδασκαλίαν τῶν ἐν Χριστῷ διὰ πίστεως ἀναγεννωμένων. Τινὲς δὲ τοῦτό τε καὶ τὰ ἐφεξῆς τὰς ἐξ ἐθνῶν φασι καρποφορίας δηλοῦν, ἀναθήματά τε καὶ βασιλικὰ σιτηρέσια μέχρι νῦν ἐκ τῶν κρατούντων διδόμενα. Ἄλλοι δὲ βασιλέας φασὶ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ Σωτὴρ οὐρανῶν βασιλείαν ἐπαγγέλλεται. Τινὲς δὲ καὶ καθ' ἱστορίαν τὸν πλοῦτον σημαίνεσθαί φασιν, ὃν βασιλεῖς προσῆγον, καὶ ἄρχοντες ἐν αὐτῇ τῷ Θεῷ, τῷ ταύτην ἐξελομένῳ τῶν πολεμίων, καὶ εἰς τὸ ἄρχειν αὖθις αὐτὴν καταστήσαντι. Ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, φησί. Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ σέσωσται τοῦ Ἰσραὴλ τὸ κατάλειμμα, ὡς μὴ παντελῶς τὸ ἐκ Πατέρων ἁγίων ἔθνος ἀπόληται. Γνῶθι δὲ, φησὶ, πρὸς τοῖς εἰρημένοις, ὡς οὐκ ἔτι ξύλων ἀργῶν δεήσει. (Ταῦτα γὰρ ὕλη πυρὸς) ἀλλ' οὐδὲ λίθων, τοῦτ' ἔστι ψυχῶν ἠλιθίων. Τὰ δὲ τούτων ἕξεις τιμιώτερα. Οἱ γὰρ πάλαι χαλκοῖ καὶ ἀντίτυποι ἄνδρες, καὶ τοὺς τρόπους παντὸς σιδήρου σκληρότεροι, μεταβληθέντες εἰς χρυσόν τε καὶ ἄργυρον ἐφαρμόσουσι τῇ σῇ κατὰ Θεὸν οἰκοδομίᾳ· οἵ τε ξύλων ἀναισθητότεροι, ἀντὶ χαλκοῦ σοι καὶ σιδήρου γενήσονται πρὸς τὴν οἰκοδομὴν συναιρόμενοι. 2636 Τινὲς δέ φασι βούλεσθαι λέγειν, ὅτι πάντα πρὸς τὸ ἄμεινον μεταστήσεται, παραχωρούσης τῆς ἐν νόμῳ παιδεύσεως τῇ διὰ τοῦ Χριστοῦ τοσοῦτον οὔσῃ κρείττονι, ὅσον χαλκοῦ χρυσός. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς, πλὴν οὐ χρυσός. Ἀργυροφανὴς δὲ, διὰ τὸ στιλπνὸν, καὶ ὁ σίδηρος, ἀλλ' οὐκ ἄργυρος. Τοιγαροῦν τὴν ἐν νόμῳ γνῶσιν πρὸς τὴν διὰ Χριστοῦ, σκύβαλα Παῦλος καλεῖ, ἡ δὲ τῶν Γραμματέων καὶ Φαρισαίων διδασκαλία μυθώδης οὖσα, παρεικάζοιτο ξύλοις καὶ λίθοις. ἧς ἡ ἐν Χριστῷ τοσοῦτον ἀμείνων, ὅσον ξύλου χαλκὸς, σίδηρός τε λίθου. Τὰ μὲν γὰρ εὔθλαστα, τὰ δὲ, πρὸς τῷ λαμπρῷ καὶ τιμίῳ, καὶ ἀῤῥαγῆ. Βίος γὰρ ὀρθὸς μετὰ δογμάτων ἀληθῶν παραδίδοται, διὰ τοῦτο καὶ Παῦλος τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν, ξύλα, χόρτον, καὶ λίθους καλεῖ. Τινὲς δὲ καὶ κατὰ τὴν λέξιν ἀπέδωκαν, ὡς εὐσεβούσῃ τῇ πόλει πᾶσα ὕλη τιμία ἐν ἴσῳ ταῖς ἀτίμοις δοθήσεται. Μὴ δὲ γὰρ ἀδύνατον εἶναι τοῦτο Θεῷ. Πλὴν τούτων οὕτω γινομένων οἱ ἄρχοντές σου λοιπὸν ἐν εἰρήνῃ διάξουσι, κατὰ πρόγνωσιν αὐτοὺς ἐπισκόπους καλέσας. Τὸ δὲ, Ἐν εἰρήνῃ διάξουσιν καὶ ἐν δικαιοσύνῃ, ἐκ μέρους ἐπληροῦτο, κατὰ τὸ, "Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν," κατὰ τὸν παρόντα βίον δηλονότι. "Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται." Ὅπερ ἐστὶ τῆς Χριστοῦ βασιλείας τὸ τέλος, πάσης ἀδικίας ἀνῃρημένης, παντός τε συντρίμματος καὶ ταλαιπωρίας. Ἐχθρὸς γὰρ ὑπολειφθήσεται λοιπὸν οὐδεὶς, οὐδὲ μνήμη κακίας, κατὰ τὸ, "Ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός." Πλὴν ὡς τῶν πρώτων ἐκβεβλημένων, ἑτέρους ἀνίστησιν ἐπισκόπους, καὶ ἄρχοντας εἰρηνεύοντας πρὸς Θεὸν, καὶ τιμῶντας τὸ δίκαιον ὁποῖον ἂν εἴη τὸ ἤδη ῥηθέν· "Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρόν. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω, καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον," καὶ τὰ ἐπὶ τούτοις. Καὶ ὁ Σωτὴρ δὲ τοῖς Ἰουδαίων λέγει καθηγηταῖς· "Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς." Τινὲς δὲ κατὰ λέξιν φασὶν, ὡς τιμήσουσι τὸ δίκαιον μετὰ τῶν ὑπηκόων οἱ ἄρχοντες, εἰρήνης τε τεύξονται τῆς ἐκ πολέμων, ὡς τὸν δεδιότα πολεμίους, ἢ θῆρας, καταφεύγειν ἐπ' αὐτήν. Κληθήσεται δὲ, λέγει, σωτήριον τὰ τείχη σου. Πάλιν τὸ σωτήριον, Ἰησοῦν ἔχει τὸ Ἑβραϊκόν. Αὐτὸς γάρ ἐστιν ὁ καὶ περιτειχίζων τὴν Ἐκκλησίαν. Καὶ αἱ πύλαι σου γλύμμα, ὅπερ Ἀκύλας μὲν, ὕμνησις, φησὶν, ὁ δὲ Σύμμαχος, αἴνεσις. ∆ιὰ τούτων γὰρ ἡ εἴσοδος τοῦ θεοσεβοῦς πολιτεύματος, τῶν προσιόντων διδασκομένων ὑμνεῖν τὸν Θεόν. Τινὲς δὲ τείχη καὶ πύλας, τοὺς διδασκάλους φασὶ τειχίζον 2637 τας τὴν Ἐκκλησίαν βίῳ καὶ δόγμασι, καὶ τοὺς προσιόντας εἰσάγοντας. Γλύμμα δὲ, ὅτι περικαλλὴς ἄγαν ὁ λόγος αὐτοῖς, καὶ πρὸς ἀλήθειαν ἐκτετορνευμένος. Νοοῖτο δ' ἂν