266
καὶ ἐπὶ Χριστοῦ. Ἡ γὰρ εἴσοδος δι' αὐτοῦ πρὸς τὸν Πατέρα, ὅς ἐστι καὶ γλύμμα, οἱονεὶ μορφὴ καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατέρος, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Ἀλλὰ καὶ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει, οὐδὲ νυκτὸς ἡ σελήνη σε φωτιεῖ. Οὔτε γὰρ ἐν νυκτὶ, οὔτ' ἐν αἰσθητῷ φωτὶ γενήσονται οἱ τοῦ καινοῦ αἰῶνος. Φησὶ γὰρ ὁ Σωτήρ· Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Φῶς γὰρ αὐτῶν καὶ δόξα Θεός· τελειοτέροις μὲν, ἀνθ' ἡλίου, ὑποβεβηκόσι δὲ, ἀντὶ σελήνης γινόμενος, ἀναλόγως τῷ τούτων χωρητικῷ τὰς ἑαυτοῦ διδοὺς ἀκτῖνας, ἔργῳ πληρῶν τοὺς μακαρισμοὺς, δι' ὧν εἶπεν· Οἱ πενθοῦντες παρακληθήσονται, καὶ οἱ κλαίοντες γελάσονται. Ὅθεν ἐπιφέρει· Ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, πάσης ἀδικίας ἀνῃρημένης. Ὡς οὖν ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν τὴν τοῖς πραέσιν ἐπηγγελμένην, ἐν ᾗ καὶ ἡ πόλις ἡ ἐπουράνιος. Τοιοῦτος δὲ ὁ λαός μου, βλαστὸς ἐμῆς φυτείας. "Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται," Ἔργα δὲ χειρῶν ὑπάρχων αὐτοῦ, κληρονομήσει τὴν γῆν, ὅτε καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς, εἰς χιλιάδας ἔσται, κατὰ τὸ, "Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε, ἢ δέκα πόλεων." Οἱονεὶ τοίνυν χιλίαρχοι τῶν σωζομένων γενήσονται. Καὶ ὁ νῦν δὲ ἐλάχιστος, εἰς ἔθνος μέγα. Οἷος ὁ Παῦλος λέγων· Ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ὃς ἔθνους ἄρξει μεγίστου παρὰ Θεῷ. Ἥξει δὲ, φησὶν, ὁ τούτοις ὡρισμένος καιρὸς, ὅτε ταῦτα διὰ τῆς ἐμῆς ἔσται Συναγωγῆς, ὅτε τοὺς ἀγγέλους ἀποστελεῖ, καὶ συνάξει τοὺς ἁγίους ἀπ' ἄκρων τῶν οὐρανῶν, μίαν τε ἐκ τῶν δύο λαῶν κατασκευάσεται πόλιν, ὁποῖόν ἐστι τὸ, ἵνα "γένηται μία ποίμνη, εἷς ποιμήν." Τινὲς δὲ πρὸς τὸν αἰῶνα τὸν παρόντα τὰ περὶ ἡλίου καὶ σελήνης ἐξέλαβον. Εἰ γὰρ καὶ ὑποχωρεῖ ἥλιος μὲν ἐν νυκτὶ, σελήνη δὲ ἐν ἡμέρᾳ, ἀλλ' οὖν τὸ θεῖον καὶ νοητὸν φῶς ὃ διὰ τοῦ Πνεύματος ὁ Σωτὴρ χορηγεῖ τοῖς πιστεύουσιν, ἄσβεστον ἔσται, καὶ φωτὸς οὐδενὸς αἰσθητοῦ πρὸς νοῦ φωτισμὸν ἐπιδέονται πρὸς γνῶσιν Θεοῦ, καὶ ἐπιτήδευσιν ἀρετῶν. ∆ιό φησιν· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς." Τὸ δὲ, Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, ἐπειδὴ τοῖς μὲν ἁμαρτωλοῖς τὸ κατηφὲς οἰκεῖον, πῦρ προσδοκῶσι 2640 καὶ σκότος, οἱ δὲ δίκαιοι τῇ ἐλπίδι χαίρουσι τὸ τῶν ἁμαρτιῶν ἀποθέμενοι πένθος. ∆ιὸ ἐπάγει· Ἔσται ὁ λαός σου πᾶς δίκαιος. Τῆς γὰρ Ἐκκλησίας τὸν λαὸν Χριστὸς δικαιοῖ τῇ χάριτι, οὗ φύτευμά ἐσμεν τῶν χειρῶν ἐγκεντρίσαντος ἡμᾶς εἰς τὴν καλλιέλαιον. Νῦν μὲν οὖν ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἁγίων ἡ δόξα, ἐν δὲ τῷ μέλλοντι ὁ ἐλάχιστος πλείστων ἡγήσεται, ἐφ' ᾧ χαίροντες οἱ ἅγιοί φασιν· "Ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν." Ἔσται δὲ τοῦτο, ὅτε καὶ συνάξω αὐτοὺς, ἐξ οὐρανοῦ καταβὰς, καὶ ἁρπασθήσονται ἐν νεφέλαις εἰς ἀπάντησίν μου. Τινὲς δὲ οὕτως ἀπέδωκαν, ὡς παυσάμενος ἀσεβείας οὐκ ἔτι προηγουμένως ἡλίῳ καὶ σελήνῃ λογίσῃ τὸ φῶς, ἀλλὰ τῷ τούτων ∆ημιουργῷ, ἐπιλάμψασαν ἔχων αὐτοῦ τὴν ἀλήθειαν. Καὶ παύσεταί σου τῆς αἰχμαλωσίας τὸ πένθος ἀπολαβόντος τὴν γῆν σου. Ὡς δὲ φυτοῖς παραβαλλομένους προσῆκόν ἐστι τὸν ὀφειλόμενον καρπὸν ἀποδιδόναι. Θεὸς γὰρ ὁ φυτεύσας, καὶ δηλονότι ἐπιμελούμενος, ἅτινα εἰς δόξαν Θεοῦ συντείνει. Ὃς καὶ προλέγει αὐτῶν τὴν εἰς πλῆθος ἐπίδοσιν τοῦ Θεοῦ συνάγοντος, καὶ τοὺς ὀλίγους ποιοῦντος πολλούς. ΚΕΦΑΛ. ΞΑʹ. αιʹ. 9Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίασ9, κ.τ.λ. Ὁ ταῖς εὐαγγελικαῖς ἐπαγγελίαις ἐπειπὼν, Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτοὺς, νῦν παρὰ Κυρίου τούτου χάριν κεχρίσθαι φησὶ, τοῦ συναγαγεῖν αὐτοὺς δηλονότι.