267
Καὶ ὅρα Κύριον ὑπὸ Κυρίου τῷ ἁγίῳ χριόμενον Πνεύματι, ὡς ἐν Τριάδι νοεῖσθαι τὸ Θεῖον. Κύριος γὰρ ὢν καὶ Θεὸς φύσει, κατὰ τὸ ἀνθρώπινον ὑπὸ τοῦ Πατέρος τῷ Πνεύματι χρίεται. Οὔτ' οὖν ψιλὸς ἄνθρωπος, εἴγε Κύριος, οὔτε ἄσαρκος, εἴγε χρίεται, Θεὸς δὲ καὶ ἄνθρωπος ὁ αὐτὸς, οὐ κατὰ ταὐτόν· ὡς ἐκ ∆αβὶδ οὖν ὑπάρχων, κεχρίσθαι λέγεται. Καὶ ἤδη γὰρ εἶπεν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ, δηλονότι Χριστὸν, ἐπαναπεπαῦσθαι τὸ Πνεῦμα. Οὐ γὰρ ἐῤῥέθη χρίσματι κεχρίσθαι τοῖς παλαιοῖς ὁμοίως. Ἢ γὰρ ἂν οὐδὲν εἶχεν ἐξαίρετον. Καίτοι ∆αβὶδ εἰπόντος· "∆ιὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου." Ὡς δὲ ἤδη γενόμενος ἄνθρωπός φησιν, οὗ εἵνεκεν ἔχρισέν με. Καὶ τὴν αἰτίαν ἐπήγαγεν. Καὶ προεῖπεν δὲ φήσας, Κατὰ καιρὸν συνάξω αὐτούς. 2641 Ὡς μὲν οὖν Θεὸς χορηγεῖ τὸ Πνεῦμα τῇ κτίσει, ὡς δὲ ἄνθρωπος δέχεται. ∆ιὸ, κατὰ Λουκᾶν, ὡς ἐν Ναζαρὲθ γενόμενος εἰσῆλθεν εἰς τὴν Συναγωγὴν, καὶ τὸν Ἡσαΐαν ἀνοίξας εὗρε τουτὶ τὸ ῥητὸν, πτύξας ἔφη· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται. Κατ' αὐτὸν γὰρ τὸν καιρὸν συνέβη καὶ βαπτισθῆναι, καὶ τὸ Πνεῦμα κατελθεῖν ἐπ' αὐτὸν ἐν εἴδει περιστερᾶς· μεθ' ὃ πειραθεὶς ἦλθεν εἰς Ναζαρὲθ, καὶ πεπληρῶσθαι τὴν Γραφὴν ἀπεφήνατο. Τινὲς δὲ, ὡς εἴρηται, ἐπὶ τὸν τῆς γεννήσεως καιρὸν ἔχειν φασὶ τὴν ἀναφορὰν τὸ, ἔχρισέν με. Πλὴν μετὰ τὸ βάπτισμα φαίνεται κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν (ὅπερ ἦν εὐαγγελίζεσθαι τοῖς πτωχοῖς) καὶ τοὺς μακαρισμοὺς ἐκτιθέμενος. Καὶ ἰᾶτο δὲ τοὺς συντετριμμένους τῇ καρδίᾳ, θεραπεύων ἐπαγγελίαις, καὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται. Καὶ τοῖς δὲ αἰχμαλώτοις ὑπὸ δαιμόνων ἔθεσιν ἄφεσιν ἐκήρυττε, τοῖς μαθηταῖς εἰπών· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς, ἐπ' ἀφέσει δηλονότι πλημμελημάτων· οἳ καὶ ἀβλεψίαν ἐνόσουν, τῇ πολυθέῳ πλάνῃ δουλεύοντες. ∆ιόπερ ἐν τοῖς προλαβοῦσιν ἔφασκεν ὁ Πατήρ· Ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Καὶ πτωχοὶ δὲ ἦσαν, ὡς παντὸς ἀγαθοῦ νοσήσαντες ἔνδειαν, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Εἰ μὴ, ἄρα τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησι τῶν δι' αὐτοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δὲ ἄλλως τοὺς ἀσθενῆ τὴν καρδίαν καὶ εὐδιάθρυπτον ἔχοντας, ὡς ἀντιστῆναι μὴ δύνασθαι ταῖς τῶν παθῶν προσβολαῖς, αἰχμαλώτων δὲ δίκην τούτοις δουλεύοντας· ἁρμόσει δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ τὰ λεγόμενα. Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν, ἕως ἑνός. Οὐκοῦν πάντες υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα. ∆ιηύγασε γὰρ αὐτοῖς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος. Κεχρίσθαι δέ φησι καὶ ἐνιαυτὸν Κυρίου καλέσαι δεκτὸν, τὸν τῆς ἐνανθρωπήσεως καιρὸν οὕτως εἰπὼν, ἐν ᾧ διάγων ἐπὶ γῆς, φῶς ἡμέρας τοῖς προσιοῦσι παρείχετο. Ὡς γὰρ ἡλίῳ δικαιοσύνης ὁ τοιοῦτος προσῆκεν ἐνιαυτός. Μήποτε δὲ τὸν μέλλοντα αἰῶνα δηλοῖ, ἐφ' ὃν τὰ τῆς ἑαυτοῦ διδασκαλίας ἀνέπεμπεν, ὅτε Οὐχ ἥλιος, οὐ σελήνη, ἀλλ' ἔσται σοι, φησὶ, Κύριος φῶς αἰώνιον; διὸ Κυρίου λέγεται ἐνιαυτὸς, ὡς ὑπ' αὐτοῦ φωτιζόμενος, καὶ δεκτὸς, ἢ κατὰ τοὺς λοιποὺς, εὐδοκίας. Ἐκεῖνος γάρ ἐστιν ὁ καταθύμιος τῷ Θεῷ, ὁ αὐτὸς ὢν καὶ ἡμέρα ἀνταποδόσεως, ὅτε τὰς ἀμοιβὰς οἱ κατὰ τὸν παρόντα κεκμηκότες βίον κομίζονται. Τινὲς δὲ δεκτὸν 2644 ἐνιαυτὸν, καθ' ὃν ἐσταυρώθη φασί. ∆εκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατέρι, καρποφορηθέντες δι' αὐτοῦ. ∆ιὸ περὶ τοῦ κόκκου τοῦ σίτου ἔλεγεν· "Ἐὰν ἀποθάνῃ, καρπὸν πολὺν φέρει." Καὶ πάλιν· "Ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." ∆ιὸ καὶ ἀναστὰς ἐκ νεκρῶν ἔφασκεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, ἐπὶ τὰ ἔθνη πέμπων τοὺς μαθητὰς, καὶ τὸ βάπτισμα, δι' οὗ λαβόντες ἄφεσιν, τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοί. ∆εκτὸν γὰρ ἐνιαυτὸν οἱ δεχθέντες ἐκτήσαντο, περὶ οὗ Παῦλός φησιν· "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας, καὶ ἀνταποδόσεως," ὁ τῆς