ἐπίρρημά ἐστι τοπικὸν συγκείμενον ἀπὸ τῆς ˉπˉαˉρˉα καὶ ˉἐˉξ προθέσεως. ∆ηλοῖ δὲ τὸ παρὰ τὴν ἅλα ἢ μᾶλλον τὸ ἔξω μὲν ἁλός, παρ' αὐτὴν δὲ ἤτοι ἐγγὺς αὐτῆς. Ἰστέον δὲ ὡς ἡμεῖς μὲν οἱ ὕστερον πάρεξ ἀεί φαμεν βαρυτόνως κατὰ κοινὴν διάλεκτον καὶ ἀντὶ τοῦ χωρίς τὴν λέξιν νοοῦμεν καὶ διὰ τοῦ ˉξ γράφομεν αὐτὴν καὶ μόνῃ γενικῇ συντάσσομεν, Ὅμηρος δὲ παρέξ λέγει ὀξυτόνως, ἀκολουθῶν τῷ κανόνι τῶν προθέσεων, καὶ ἀντὶ τοῦ ἔξω μέν, ἐγγὺς δέ, τὴν λέξιν λαμβάνει, καὶ φωνήεντος μὲν ἐπιφερομένου φυλάσσει τὸ διπλοῦν, ὡς καὶ ἐνταῦθα, συμφώνου δὲ ἐπαγομένου τρέπει συνήθως τὸ ˉξ εἰς ἄφωνον τὸ ˉκ, οἷον «παρὲκ νόον ἤγαγεν». Ἔστι δ' ὅτε καὶ οὕτω φυλάσσει τὸ ˉξ, ὡς ἐν τῷ «παρὲξ τὴν νῆσον ἐλαύνομεν», καὶ τὴν σύνταξιν δὲ διφορεῖ. Ἀπίων δὲ καὶ Ἡρόδωρός φασιν, ὅτι ἐπὶ τοῦ παρέξ ἔστι μὲν ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ˉἐˉξ ἔσθ' ὅτε δὲ τῆς ˉπˉαˉρˉα, ἤγουν ἐπεὶ τὸ παρέξ ἐκ δύο σύγκειται προθέσεων, τῆς ˉπˉαˉρˉα καὶ τῆς ˉἐˉξ, ποτὲ μὲν ἡ τῆς ˉἐˉξ προθέσεως νόησις ἐπικρατεῖ καὶ προκαλεῖται γενικὴν σύνταξιν, ὡς τὸ «παρὲξ ὁδοῦ», ἤγουν ἔξω τῆς ὁδοῦ, ποτὲ δὲ ἡ ˉπˉαˉρˉα πρόθεσις νικῶσα προάγεται εἰς αἰτιατικήν, ὡς τὸ «παρὲξ τὴν νῆσον», ἤτοι παρὰ τὴν νῆσον. Λαμβάνει δὲ τὴν λέξιν Ὅμηρος, ὡς φαίνεται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν μάλιστα, ἐπὶ τῶν μήτε πάνυ πολὺ ἀπεχόντων μήτε ἔγγιστα ὄντων, ἀλλὰ ἔξω μέν, ὅπερ ἡ ˉἐˉξ πρόθεσις δηλοῖ, ὅμως δὲ ἐγγύς, ὅπερ διὰ τῆς ˉπˉαˉρˉα δηλοῦται προθέσεως σημαινούσης ἐγγύτητα, ὡς καὶ ἐπὶ 2.647 τοῦ πάρεδρος καὶ παρακαθίζω καὶ τῶν ὁμοίων. Τὸ δὲ φῦκος ἐκτείνει μὲν τὴν ἄρχουσαν, ἔστι δὲ εἶδός τι μνίου καὶ βρύου. (ῃ. 9-12) Ὅτι συγκλήτου μὲν λέξιν ὁ ποιητὴς οὐκ οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὅτε δὲ εἴπῃ, ὡς ὁ βασιλεὺς «φοίτα [κηρύκεσσι] λιγυφθόγγοισι κελεύων κλήδην εἰς ἀγορὰν κικλήσκειν ἄνδρα ἕκαστον μηδὲ βοᾶν», καὶ ἐν τοῖς ἑξῆς δὲ «ὅσοι κεκλήατο βουλήν», τὴν σύγκλητον παραδηλοῖ, ἀπὸ τοῦ καλεῖσθαι ὀνομαζομένην. Σοφοκλῆς δὲ σύγκλητον λέσχην ταύτην καλεῖ. Οὕτω δὲ καὶ γερουσίαν μὲν οὐκ οἶδεν ὀνομάζειν ὁ ποιητής, ὅτε δὲ γέροντας λέγει καὶ ὅτε οἶνον ὀνομάζει γερούσιον, τὴν τῆς γερουσίας ἐμφαίνει ἔννοιαν. Ἰστέον δὲ ὅτι οὐκ ἐᾷ ὁ βασιλεὺς βοᾶν ὡς ἐν ἀγορᾷ τοὺς κήρυκας, ἵνα μὴ ἔκπυστα τοῖς Τρωσὶ τὰ κατὰ τοὺς Ἀχαιοὺς γένοιντο καὶ γνωσθεῖεν ἀμηχανοῦντες καὶ ταρασσόμενοι, ὥστε βοᾶν μὲν τὸ τρανέστερον φωνεῖν, κικλήσκειν δέ, ὅ ἐστι καλεῖν, τὸ ἠρέμα. (ῃ. 11) Τοῦ δὲ «κλήδην» ἡ διάθεσις κατὰ τὸ τμήδην, ὃ δηλοῖ τὸ τμητικῶς. Ἀττικὸν δὲ καὶ ἅμα ἐτυμολογικὸν τὸ κλήδην κικλήσκειν, ὃ σαφέστερον ἑτέρωθι ἐξονομακλήδην ἐρρέθη. (ῃ. 10) Φοιτᾶν δὲ τὸ ἁπλῶς περιοδεύειν, γινόμενον κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ προϊέναι ἢ ἐκ τῆς ὁδοῦ. Ἀττικοὶ δὲ ὕστερον τὸ ἐς διδασκάλου ἰέναι φοιτᾶν ἔλεγον καὶ φοιτητὴν τὸν τοῦτο ποιοῦντα. Ὡς δὲ καὶ τὸ ἐνθουσιωδῶς ὁρμᾶν καὶ μαίνεσθαι φοιτᾶν ἐλέχθη, ὅθεν καὶ φοῖτος ἡ μανία, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 11) Τὸ δὲ «εἰς ἀγορήν» οὐκ ἀποστερεῖ οὐδὲ τὴν σύγκλητον ἄγυριν τοῦ λέγεσθαι ἥκειν εἰς ἀγορήν. (ῃ. 10 ετ 12) Ὅτι φιλοπόνῳ οἰκεῖον τὸ «ἐφοίτα κελεύων, αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο», ὅ ἐστιν ἐνήργει, αὐτοδιακονῶν δηλαδή. (ῃ. 13-5) Ὅτι Ἀγαμέμνων εἰς δημηγορίαν ἀνίστατο δακρυχέων, «ὥστε κρήνη μελάνυδρος, ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ». (ῃ. 16-28) Καὶ βαρυστενάχων προφέρει ἀπαραποιήτως καὶ ἐνταῦθα πολλά, ὧν ἔφη καὶ ἐν τῇ βʹ, ἀρξάμενος ἐκ τοῦ «Ζεύς με ἄτῃ ἐνέδησε 2.648 βαρείῃ». Οὐκ ἐσχηματισμένως μέντοι, ἀλλὰ ἀληθῶς αὐτὰ λαλεῖ. Ἐν οἷς καὶ τὸ «φεύγωμεν σὺν νηυσί» καὶ ἑξῆς. (ῃ. 29-36) Καὶ οἱ μὲν ἄλλοι σιωπῶσι, δεδιότες μὴ καὶ οὗτος ὁ βασιλικὸς λόγος ἀπόπειρά τις εἴη τῶν Ἀχαιῶν, μόνος δὲ καὶ νῦν ὁ ∆ιομήδης, ὡς καὶ πρὸ ὀλίγων, ὀψὲ διὰ τὴν νεότητα εἰπεῖν θαρρήσας -Οἱ γὰρ ἄλλοι «πάντες ἀκὴν ἐγένοντο σιωπῇ, δὴν δ' ἄνεῳ ἦσαν τετιηότες». -ἀφραδέοντά τε τὸν βασιλέα καλεῖ, καὶ κατὰ νόμον ἐντέχνου ῥητορείας παραιτησάμενος νέμεσιν, καὶ ἐν σχήματι προδιορθώσεως αἰτησάμενος μὴ χολωθῆναι τὸν βασιλέα, καὶ οὕτω τῇ τοῦ λόγου τραχύτητι κεράσας ἐπιείκειαν, μαχήσεσθαι τῷ βασιλεῖ λέγει, καθὰ θέμις ἐστίν,