268
ἐνανθρωπήσεως ὑπῆρξε καιρὸς, καθ' ὃν τοῖς πιστεύσασι τὰς ἐν ἐλπίσιν ἐπαγγελίας ἀπέδωκεν· ὅπερ ὁ διὰ Μωσέως νόμος οὐκ ἔσχε, τῷ παρόντι βίῳ περικλείων τὰς ἀμοιβὰς, μακροημέρευσιν λέγων, καὶ γῆς ἀγαθὰ, καὶ πολέμων ἀπαλλαγὰς, διὸ καὶ Ζαχαρίας φησί· "Κατάκαρπος οἰκηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων, καὶ κτηνῶν τῶν ἐν αὐτῇ." Καὶ πάλιν· "Ἔτι καθήσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων." Ὁ δὲ Σωτὴρ τῷ μέλλοντι τὰς ἀμοιβὰς ταμιεύεται. Εἴποις δ' ἂν καὶ ἀνταπόδοσιν ἐν τῷ τῆς ἐνανθρωπήσεως γεγονέναι καιρῷ. Τὴν γὰρ τοῦ καταπατήσαντος ἡμᾶς διαβόλου καθεῖλεν ἰσχύν. ∆ιὸ παρὰ ∆αβὶδ τὸ τῶν λελυτρωμένων ἐξομολογησάμενον πρόσωπον ἐπιφέρει· "Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής." Περὶ οὗ πάλιν φησίν· "Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ." Καὶ ὁ Σωτὴρ δὲ λέγει· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω." Κεχρίσθαι δέ φησι καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας· "Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται." Ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν. Ἐπένθουν γὰρ οἱ παρ' Ἰουδαίοις ἅγιοι τὴν ἔκπτωσιν τοῦ λαοῦ. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· ὅτι Λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι προσηύχετο. Καὶ τούτοις οὖν δώσει δόξαν, καὶ ἀντὶ σποδοῦ, ἣν κατεπάσαντο δεόμενοι τοῦ Θεοῦ δι' αὐτοὺς, εὐφροσύνης ἄλειμμα, καὶ στολὴν ἔνδοξον, ἀνθ' ὧν ὑπὲρ αὐτῶν ἐν ἀκηδίᾳ γεγόνασι. Τινὲς δὲ τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ λαοῦ πεν 2645 θοῦντας τὰς ἁμαρτίας φασὶν, οἳ καὶ προσεδόκων τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, ἅγιοί τε ὄντες, καὶ τὰς προφητείας εἰδότες. Βρέφος γ' οὖν ὁ Συμεὼν ἐν ἀγκάλαις λαβὼν τὸν Χριστὸν, ἰδεῖν ἐξομολογεῖτο "φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ." Καὶ Ζαχαρίας ὁ Ἰωάννου πατὴρ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ Ναθαναὴλ, Ὃν ἔγραψε Μωσῆς καὶ οἱ προφῆται, φησὶν, εὑρήκαμεν Ἰησοῦν. Πενθοῦσιν οὖν αὐτοῖς ἡ διὰ Χριστοῦ παράκλησις δέδοται. Τὸ δὲ ἄλειμμα τὸ τῆς εὐφροσύνης παρίστησιν ἱλαρόν. Ἐδόθη δὲ αὐτοῖς καὶ δόξα Χριστός· ἢ, ὥς φασί τινες, ἐπειδὴ τέθεινται αὐτῆς καθηγηταὶ, καὶ διδάσκαλοι· καὶ τέκνα ὄντες τῆς Ἰουδαίων Συναγωγῆς εἰς πατέρας ἐγένοντο. Πρὸς ἥν φησιν ὁ ∆αβίδ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Καὶ γοῦν Παῦλος ἔγραφε τοῖς μαθηταῖς· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ ἄλλως δὲ δόξαν ἐδέξαντο, ποτὲ μὲν ἀκούοντες· Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε, ποτὲ δὲ, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Εἶτά φησι· Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα Κυρίου εἰς δόξαν, δηλονότι οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ. Σύμμαχος δὲ ἀντὶ τοῦ γενεαὶ, φησὶν ἰσχυροί. Χρηματίζουσι γὰρ οἱ ἐξ ἐθνῶν, γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν. ∆ικαιοσύνης δὲ γενεαὶ τῆς ἐν Χριστῷ καὶ τὴν ἐν νόμῳ νικώσης. "Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν," ἣν διήνυσαν ἰσχυροὶ γεγονότες, ὡς ἐξέδωκε Σύμμαχος. Φύτευμα δὲ Κυρίου, ὡς Θεοῦ γεώργιον, περὶ ὧν ἔψαλλεν ὁ ∆αβίδ· "Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι." Καὶ Παῦλος δέ φησιν· "Ἐγὼ ἐφύτευσα ὑμᾶς, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανεν." Συνᾴδει καὶ τὸ, "∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει." Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας· τῶν πρὶν ἐρήμων ἐθνῶν τὰς ψυχάς. Ἤγουν, φασί τινες, τὸ πλῆθος ἐμφαίνει τῶν διὰ πίστεως κεκλημένων, ὡς δεῖσθαι πόλεων ἑτέρων ἐν ἐρήμοις γενησομένων· ἤγουν τὰς ἐκκλησίας τὰς πρὶν ἐρήμους θεοσεβείας. Καὶ ἥξουσιν ἀλλογενεῖς, ποιμαίνοντες τὰ