βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
κωλύει, τὸν Ἀναστάσιον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀναθέματι καθυποβαλών. ̣19 ̣ Ἐφ' ὧν χρόνων καὶ σεισμὸς ἐγένετο μέγας καὶ φοβερώτατος, καὶ ἐπτώθησαν ἐκκλησίαι πολλαὶ, καὶ οἶκοι, καὶ τὰ χερσαῖα τείχη τῆς πόλεως, καὶ φρούρια πολλὰ, καὶ χωρία τῆς Θρᾴκης, καὶ τέθνηκε λαὸς ἀναρίθμητος· ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου (ἡ) ἐν τῷ ξηρολόφῳ, καὶ Νικομήδεια, καὶ Νίκαια, καὶ ἡ γῆ ἐσείετο ἐπὶ χρόνους δύο, ὥστε καὶ τὴν θάλασσαν τῶν ἰδίων ὅρων ἔν τισι τόποις ὑποχωρῆσαι. ̣20 ̣ Εἰδὼς δὲ ὁ βασιλεὺς τὰ τείχη καταπτω θέντα, διελάλησε λέγων· "Ὅτι ὑμεῖς, οἱ τῆς πό λεως, ἀδυνατεῖτε τὰ τείχη κτίσαι· ἀλλὰ προσετά ξαμεν τοῖς διοικηταῖς εἰς τὸν κανόνα ἀπαιτῆσαι κατὰ νόμισμα μιλιαρίσιον ἕν." Καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία, καὶ κτίζει τὰ τείχη. Ἔκτοτε ἐκράτη σεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς. ΣΜΘʹ. Περὶ τοῦ Μασάλμα. 637 Ὁ δὲ Μάσαλμας ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ δεξάμενος, ἀλλὰ γνοὺς, ὅτι ἐνε παίχθη ὑπ' αὐτοῦ, ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἐκίνησε, καὶ ̣163a τὴν Ἄβυδον καταλαβὼν καὶ ἀντιπεράσας λαὸν ἄπειρον καὶ πρὸς τὴν πόλιν ἐξορ μήσας, γράφει πρὸς Σουλειμᾶν, τὸν πρωτοσύμβουλον, ἐλθεῖν ἐν τάχει μετὰ στόλου. ̣2 ̣ Καὶ τῷ Αὐγούστῳ μηνὶ παρακαθίσας τῇ πόλει καὶ τὸ χερσαῖον τεῖχος περιχαρακώσας, ἐλυ μαίνετο σφόδρα τὰ Θρᾳκῷα μέρη. ̣3 ̣ Τῇ δὲ πρώτῃ τοῦ Σεπτεμβρίου μηνὸς ἀνέλαβεν ὁ Σουλειμᾶς, ἔχων εὐμεγέθεις ναῦς τριήρεις καὶ δρόμωνας μεγάλους πάνυ χιλίους ὀκτακοσίους. ̣4 ̣ Ὁ δὲ βασιλεὺς, τὰς ἐμπυρίους ναῦς κατ' αὐτῶν ἐκπέμψας μετὰ τοῦ ὑγροῦ πυρὸς, πυριαλώ τους ἐποίησε τὰς πλείστας ναῦς ἐκείνας· αὐτίκα γοῦν 110.925 αἱ μὲν εἰς τὰ παράλια τείχη πυρπολούμεναι προσ απεῤῥίφησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδρα συνοθού μεναι κατεποντίσθησαν, αἱ δὲ μέχρι τῆς Ὀξείας νήσου καὶ τῆς Πλάτης ἀπηνέχθησαν καταφλεγόμε ναι. Κἀντεῦθεν τοίνυν οἱ μὲν τῆς πόλεως, θάρσος λαβόντες, τῶν πολεμίων μεγάλως καταπτοηθέν των.
ΣΝʹ. Περὶ τῆς νόσου ἐαρινῆς. Παραχειμάσαντες δὲ τῇ πόλει, τῷ ἐαρινῷ καιρῷ λοιμικὴ νόσος αὐτοῖς ἐνσκήψασα μετὰ καὶ λιμοῦ, πλῆθος ἀναρίθμητον ἐξ αὐτῶν διέφθειρεν. 638 ̣2 ̣ Ἐξ ὧν οἱ περιλειφθέντες, πόλεμον μετὰ Βουλγάρων ἐν τῇ Θρᾴκῃ συνάψαντες, ἀνῃρέθησαν χιλιάδες κβʹ. ̣3 ̣ Τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνὸς ἐκ τῆς πόλεως ἀπάραντες, καὶ ἀνέμου σφοδροτάτου πνεύσαντος, οἱ μὲν ἐν Προικοννήσῳ καὶ ταῖς ἄλλαις ἀκταῖς ἀπώ λοντο, οἱ δὲ ἐκβυθίσαντες ἀθρόως, ἐπελθὸν νέ φος χαλάζης πλῆρες τετριγὸς ὀλέθριον μετὰ βι αίου ἀνέμου, ὑποβρύχιοι πάντες ἐγένοντο· διεσώ θησαν δὲ παραδόξως ἐκ τῶν #22αωʹ εʹ μόνα πλοῖα, ἃ καὶ ἀπήγγειλαν εἰς τὰ ἴδια τὴν τῶν Ῥωμαίων νί κην καὶ τὴν ἑαυτῶν πανολέθριον κατάπτωσιν. ̣4 ̣ Σέργιος δὲ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι οἱ Ἀγαρηνοὶ ἐκπορθοῦσι τὴν πόλιν, ἔστεψε βασι λέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ, (ὀνόματι) Βασίλειον, ᾧ ἐπώνυμον Ὀμαγούλου, ποιήσας καὶ προβολὰς ἀρχόντων. Ὁ δὲ βασιλεὺς, ταῦτα ἀκηκοὼς, ἀπέ στειλεν (ἐκεῖσε) Παῦλον μετὰ κελεύσεων καὶ στόλου. Μαθόντες οὖν οἱ Σικελιῶται, ὅτι κατετροπώθησαν οἱ Σαρακηνοὶ, καὶ Λέων βασιλεύει, τόν τε Βασίλειον καὶ τοὺς λοιποὺς ἄρχοντας παραδεδώκασι τῷ Παύλῳ. καὶ πάντας ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἀπεκεφάλισεν ὡς ἀντάρτας. 639 ̣5 ̣ Νικήτας δὲ (ὁ πατρίκιος) ὁ Ξυλι νίτης μετὰ καὶ ἑτέρων πατρικίων τὸν Τέρβελιν διὰ γραμμάτων καὶ πολλῶν χρημάτων καὶ δώρων δεξιωσάμενοι, παρώρμησαν ἐλθεῖν κατὰ Λέοντος, οὕς τινες τῶν Βουλγάρων παραδεδώκασι καταμη νύσαντες τῷ βασιλεῖ, καὶ πάντας ἐν φόνῳ μαχαίρας ἀνεῖλεν. 110.928 ̣6 ̣ Ἔστεψε δὲ Λέων Κωνσταντῖνον, τὸν υἱὸν 110.928 αὐτοῦ, ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβιτόρων. ̣7 ̣ Ἐβάπτισε δὲ καὶ τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς ἀναγκαστῶς, ὥστε λέγεσθαι ἔκτοτε τοὺς Ἑβραίους καὶ Μοντανούς. ̣8 ̣ Ἰωάννην τε τὸν ∆αμασκηνὸν, ὃν καὶ Χρυ σοῤῥόαν ἐκάλουν διὰ τὴν ἐνοῦσαν αὐτῷ σοφίαν, ἐξο ρίσας Μανσοὺρ ἐπωνόμασεν, ὅ ἐστι βλάσφημος. ̣9 ̣ Ἐνυμφεύσατο δὲ εἰς τὸν υἱὸν Κωνσταν τῖνον τὴν θυγατέρα τοῦ χαγάνου τῶν Σκυθῶν δυ νάστου,