269
πρόβατά σου. Τῶν γὰρ προτέρων ἐκβεβλημένων (πρὸς οὕς τις λέγει προφήτης· "Ὦ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;" πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· "Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς"), ἀντὶ τούτων ἐθνικοὶ ποιμένες κατέστησαν. Ἐνταῦθα δὲ σαφῶς τοῦ νόμου μετάθεσιν, καὶ τῆς κατ' αὐτὸν ἱερωσύνης παρίστησι, μηκέτι τῶν ἐκ Λευῒ 2648 λειτουργούντων. Ἦν γὰρ αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Οἱ τοίνυν ἐξ ἐθνῶν καὶ ἀροτῆρες γεγόνασι, καὶ ἀμπελουργοί. Ἐπεὶ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ἀναλόγως ἀροτῆράς φησι, καὶ ἀμπελουργούς. Οὐκοῦν οὐκ αὐτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ. Καὶ οἱ κατὰ νόμον δὲ ποιμένες ἀμπελῶνος ἐκλήθησαν γεωργοὶ, περὶ ὧν φησιν ὁ Σωτήρ· Τί ποιήσει ὁ Κύριος τοῦ ἀμπελῶνος τοῖς κακοῖς γεωργοῖς; Τοῖς οὖν ἀντὶ τούτων ὁ προφήτης φησίν· Ὑμεῖς δὲ ἱερεῖς Κυρίου, κληθήσεσθε λειτουργοὶ τοῦ Θεοῦ ἡμῶν. Τίνες ἀλλ' οἱ τῆς Ἐκκλησίας ἀμπελουργοὶ, οἳ καὶ τὴν ἰσχὺν κατέδονται τῶν ἐθνῶν; ἢ κατὰ τὸν Ἀκύλαν, τὴν εὐπορίαν. Οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς τῆς Ἐκκλησίας ποιμέσι κατάλληλον, ὡς ἡ ἰσχὺς τῶν δι' αὐτῶν σωζομένων ἐθνῶν. Οὗτοι δ' ἂν εἶεν οἱ τὴν ἰσχὺν διὰ τῆς ὑπομονῆς ἐν τῇ ὑπὲρ ἀληθείας ἐπιδειξάμενοι μαρτυρίᾳ. Ἀλλὰ καὶ ἐν τῷ πλούτῳ, φησὶ, θαυμασθήσεσθε. Τὸν δὲ τῶν ἐθνῶν πλοῦτον, ἀφ' ὧν ὁ Παῦλος γράφει Κορινθίοις, νοήσομεν· "Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ, καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥς τε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι." Τινὲς δὲ ἰσχὺν ἐθνῶν, τὰς ἐκ τῶν δυνατωτάτων τιμὰς λέγουσιν, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ ὅτι ὁ παρ' ὑμῶν ἐπικρατήσει λόγος τῆς δυνάμεως τῶν ἐθνῶν, ἢ τῶν παρ' ἐκείνοις λαμπρῶν, ἢ τῶν κοσμικὴν ἠσκημένων σοφίαν. Τούτων γὰρ κατισχύσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων οἱ διὰ τῆς αὐτῶν σωθέντες μυσταγωγίας· οἱ δὲ τοιοῦτοι κληρονομήσουσι τὴν γῆν, πάντων ἐπικρατήσαντες, ἀλλ' οὐ μόνης Ἰουδαίας, κατὰ τοὺς πάλαι κληροδοτηθέντας ὑπὸ Ἰησοῦ Ναυὴ, ὃς τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ, τοῦ τὴν δευτέραν καὶ κρείττω πεποιημένου κληροδοσίαν, περὶ ἧς φησιν ἐν Ψαλμοῖς· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς," ἣν διένειμε τοῖς ἑαυτοῦ μαθηταῖς, ἄλλους ἀλλαχοῦ διαπέμψας χαίροντας ἐν αὐτῷ, καὶ ὥσπερ τινὰ στέφανον περικειμένους τὴν εὐφροσύνην, οὐκ ἐν προσκαίροις ἔχοντας τὴν ἀντιμισθίαν, ἀλλ' ἐν ἀεὶ διαμένουσιν ἀγαθοῖς. Ἔσται δὲ ταῦτα, φησὶν, ἐπειδὴ δικαιοσύνην μὲν ἀγαπῶ, μισῶ δὲ τὰ ἐξ ἀδικίας ἁρπάγματα τῶν πονηρῶν δαιμόνων τὰς ἀνθρωπίνας πάλαι διαρπαζόντων ψυχάς. Ὅθεν οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσι, τὴν ἐμαυτοῦ χάριν ἐξέχεον. Ἀντὶ δὲ τοῦ δικαίοις, ἐν ἀληθείᾳ πάντες ἑρμήνευσαν οἱ λοιποί. Ὥς τε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος· ἀλλ' ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. 2649 Τινὲς δέ φασιν αἰτίαν εἶναι τούτους πρὶν ἀπεληλάσθαι ποιμένας πλεονεξίᾳ χαίροντας, οἵπερ ἀδίκως πλουτοῦντες, καθά φησιν ὁ προφήτης· "Θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν, καὶ ταλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν." Ἔφη γοῦν ὁ Σολομῶν, ὅτι πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Περὶ οὗ συστήματος καὶ ὁ ∆αβίδ φησιν· "Πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά." Καὶ ἄλλως δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη τῶν Ἰουδαϊκῶν διδασκάλων ὁ μόχθος, κατὰ τό· "Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς." Οἷς καὶ διαθήκην αἰώνιον διαθήσομαι, οὐ τὰ Μωσέως ἐντάλματα, τὸ δὲ τῆς καινῆς διαθήκης μυστήριον· ἢ τὴν ἐλπίδα τὴν ἀτελεύτητον. Εἶτά φησι· Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν· οὐ τὸ σωματικὸν, ἐφ' ᾧπερ αὐχοῦσιν Ἰουδαῖοι, ἀλλὰ τὸ λογικὸν τῆς Ἐκκλησίας, ὃ παντὶ γνώριμον, ὡς ὑπὸ Θεοῦ τὴν αὔξησιν ἔχει. Σπέρμα γὰρ ἢ τὴν διδασκαλίαν, ἢ τοὺς μαθητὰς προσήκει